Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1624
Not analysed yet
φρούδους αὐτοὺς ποιήσω τῇ τῶν πολεμίων ἐφόδῳ. Καθάπερ γὰρ τὴν ἑωθινὴν δρόσον, καὶ τὴν κατὰ τοῦτον τὸν καιρὸν ἐπιφαινομένην νεφέλην, ἀνίσχων ὁ ἥλιος τὴν μὲν δαπανᾷ ῥᾳδίως, τὴν δὲ σκεδάννυσιν εὐπετῶς, τὸν δὲ τῆς ἅλω χνοῦν βίαιος ἄνεμος εὐμαρῶς ἀφανίζει, ἀτμὸν δὲ ἐν ἀέρι γινόμενον νέφος ἀκρίδων ἐπιγενόμενον διαλύει· οὕτως ὑμᾶς τῶν πολεμίων ἀναλώσει τὸ νέφος, καὶ τὴν νῦν ὑφ' ὑμῶν οἰκουμένην γῆν ἔρημον καταστήσει. δʹ. «Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, στερεῶν οὐρανὸν, καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔπλασαν τὴν στρατιὰν αὐτοῦ.» Τουτέστιν· Ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐ μόνον κτίζων, ἀλλὰ καὶ τὸ ἐπιμένειν αὐτοῖς ἐπὶ πλεῖστον δωρούμενος· ἐγὼ καὶ πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ εἰς τὸ εἶναι παρήγαγον, εἴτε ὁρατὴν, εἴτε ἀόρατον, εἴτε τὰς ἄνω δυνάμεις καὶ νοητὰς φύσεις, εἴτε τῶν ἀστέρων τὸ πλῆθος, σὺν ἡλίῳ καὶ σελήνῃ, τοῖς μεγάλοις φωστῆρσι. «Καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν. (εʹ.) Καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ Θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σώζων οὐκ ἔστι πάρεξ ἐμοῦ.» Νομοθετῶν γάρ σοι μετὰ τὴν γενομένην ἐλευθερίαν, καὶ τῆς Αἰγύπτου τὴν ἀπαλλαγὴν, παρηγγύησα μηδένα ἕτερον πλὴν ἐμοῦ εἰδέναι Θεόν. «Οὐ ποιήσεις γὰρ, εἶπον, παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασι ὑποκάτω τῆς γῆς.» Οὐ μόνον δέ σε τῆς πικρᾶς τῶν Αἰγυπτίων ἠλευθέρωσα δουλείας, ἀλλὰ καὶ «Ἐν τῇ ἐρήμῳ ἐποίμαινόν σε, ἐν γῇ ἀοικήτῳ. (ϛʹ.) Κατὰ τὰς νομὰς αὐτῶν.» Ἀντὶ τοῦ, Τὰς ἁρμοττούσας σοι χορηγῶν χρείας, μάννα ἐξ οὐρανοῦ, ὀρτυγομήτρας ἐκ θαλάττης, ὕδωρ ἐκ πέτρας. Οὐ γὰρ, ὡς ἐν ἐρήμῳ διάγοντες, ἐν σπάνει τῶν ἀναγκαίων ἦσαν, ἀλλ' «Ἐνεπλήσθησαν εἰς πλησμονὴν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν· ἕνεκεν τούτου ἐπελάθοντό μου.» Τοιαῦτα καὶ ὁ θεῖος ἔφη περὶ αὐτῶν Μωσῆς· «Καὶ ἔφαγεν Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε Κύριον τὸν ποιήσαντα αὐτόν.» Ἀλλ' οὐκ ἐάσω αὐτὸν, φησὶν, ἀπαίδευτον· ζʹ. «Ἔσομαι δὲ αὐτῷ, φησὶν, ὡς πάνθηρ, καὶ ὡς πάρδαλις, κατὰ τὴν ὁδὸν τῶν Ἀσσυρίων.» Τοὺς γὰρ θηριώδεις αὐτῷ πολεμίους ἐπαναστήσω, πάνθηρος δίκην καὶ παρδάλεως χρησομένους αὐτῷ. Ἐπειδὴ γὰρ αὐτὸς, ἅτε δὴ πάντα πρυτανεύων, ἐπάγει τοὺς πολεμίους, ἑαυτὸν πάνθηρι καὶ παρδάλει ἀπεικάζεσθαι λέγει. Προστέθεικε δὲ, ὅτι ηʹ. «Ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη, καὶ διαῤῥήξω συγκλεισμὸν καρδίας αὐτῶν.» Καθά-