Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1625
Not analysed yet
περ γὰρ ἡ ἄρκος στενοχωρουμένη, καὶ φυγεῖν οὐ δυναμένη, μετὰ πολλῆς τῆς μανίας τοῖς προσιοῦσιν ἐπέρχεται· οὕτως οἱ πολέμιοι φειδοῦς αὐτοὺς οὐδεμιᾶς ἀξιώσουσιν, ἀλλ' ὠμὴν καὶ ἀπηνῆ περὶ αὐτοὺς ἐπιδείξονται γνώμην. Ταῦτα δὲ εἰς αὐτοὺς διαπράξομαι, τὴν συγκεκλεισμένην αὐτῶν καρδίαν καὶ διανοιχθῆναι μὴ βουλομένην, ἀλλ' ἀτεράμονα καὶ ἀκαμπῆ μένουσαν, διανοῖξαι καὶ κατανῦξαι βουλόμενος, καὶ εἰς ἐπίγνωσιν τοῦ προσήκοντος ἀγαγεῖν. «Καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, καὶ θηρία ἀγροῦ διασπάσει αὐτούς.» Διαφόρως εἴρηκε τὰ αὐτὰ, τῷ πλήθει τῶν φοβερῶν εἰκόνων τοὺς ἀναλγησίαν νοσοῦντας καταπλήττων καὶ δεδιττόμενος. Εἶτα θρηνεῖ καθ' αὑτὸν, καὶ ὀνειδίζει, καὶ τῆς προτέρας ἀβελτηρίας ἀναμιμνήσκει. θʹ, ιʹ. «Τῇ διαφθορᾷ σου, Ἰσραὴλ, τίς βοηθήσει σοι; Ποῦ ὁ βασιλεύς σου οὗτος; καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσί σου, καὶ κρινάτω σε, ὃν εἶπας· Δός μοι βασιλέα καὶ ἄρχοντα.» Τίς ἂν πρὸς ἀξίαν τὴν διαφθοράν σου, ὦ Ἰσραὴλ, θρηνήσειε; Μεμένηκας γὰρ πάσης ἔρημος βοηθείας, καὶ ταῦτα ὑπὸ βασιλέως ἀρχόμενος, καὶ ὑπὸ τούτῳ πολιτευόμενος· τὴν γὰρ ἐμὴν ἀτιμάσας ἡγεμονίαν, ἄνθρωπον ἔχειν ἐπόθησας βασιλέα. ιαʹ. «Ἐγὼ δὲ ἔδωκά σοι ἐν τῇ ὀργῇ μου· ἀλλὰ ἀνέσχον πάλιν ἐν τῷ θυμῷ μου.» Ὀργισθεὶς μὲν γὰρ διὰ τὴν ἄλογον αἴτησιν, ἔδωκά σοι τὸν Σαούλ· ἀνεξικακίᾳ δὲ καὶ μακροθυμίᾳ πάλιν χρησάμενος, ἀντεισήγαγον τὸν Δαβίδ. Τοῦτο γὰρ λέγει· «Ἀνέσχον ἐν τῷ θυμῷ μου·» ἀντὶ τοῦ, Μακροθυμίᾳ ἐχρησάμην. ιβʹ. «Συστροφὴ ἀδικίας Ἐφραῒμ, ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ.» Ἔοικε τοῦτο τοῖς ὑπὸ Ἡσαΐου λεχθεῖσιν· «Οὐαὶ, οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ. «Τοῦτο γὰρ καὶ ἐνταῦθα λέγει, ὅτι ὁ Ἐφραῒμ συστρέφει τὰς ἀδικίας, καὶ αὔξει διηνεκῶς, βουλῇ πονηρᾷ κεχρημένος. Τὸ γὰρ, «Ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ,» τοῦτο δηλοῖ, τουτέστι, Εἰς βάθος ἔχει τὴν πονηρίαν· ἀλλὰ τοσούτοις αὐτὸν περιβαλῶ κακοῖς, ὡς ὠδινούσῃ γυναικὶ παραπλησίως ὀδυνᾶσθαι. Εἶτα ὡς κατ' ἐρώτησιν πρὸς τὸν Ἰσραήλ· ιγʹ. «Οὗτος ὁ υἱός σου ὁ φρόνιμος.» Τοῦτον, φησὶ, τοῦ Μανασσῆ προτετίμηκας, καὶ νέον ὄντα τοῦ πρεσβυτέρου προέταξας· ἀλλ' ἀντὶ τῆς τιμῆς ἐκείνης ἀτιμίαν περιβληθήσεται. «Οὐ γὰρ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων αὑτοῦ.» Οὔτε γὰρ τοῖς περιοίκοις πολεμουμένοις ἐπαμῦναι δυνήσεται. Οὕτω τὰ λυπηρὰ παραγγείλας, ἐπὶ τὴν τῶν χρηστῶν ἐπαγγελίαν πάλιν μεταφέρει τὸν λόγον. ιδʹ. «Ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς.» Εἶτα παιανίζειν κατὰ