Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1933
Not analysed yet
»Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· ἐντολὴν ἔλαβον, τί εἴπω, καὶ τί λαλήσω.» Οὕτως αὐτῷ καὶ ἐνταῦθα ἐντέλλεται· «Ποίμαινε τὰ πρόβατα τῆς σφαγῆς.» Καὶ διδάσκων τίνος αὐτὰ χάριν οὕτως προσαγορεύει, ἐπήγαγεν· εʹ. «Ἃ οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμέλοντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον· Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν· καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοῖς.» Ὑπὸ δυσσεβῶν γὰρ βασιλέων, καὶ παρανόμων ἱερέων ἀγόμενοι, μυρία ὅσα ὑπ' αὐτῶν ἔπασχον δεινά. Πλήρης δὲ τῶνδε τῶν διηγημάτων τῶν τε Μακκαβαίων ἡ ἱστορία, καὶ τὰ Ἰωσήππου συγγράμματα. Φιλοτιμίας γὰρ καὶ φιλοχρηματίας εἰσδεξάμενοι νόσον, ὠνητὰς τὰς ἱερωσύνας εἰργάσαντο, καὶ τὴν οὐδαμόθεν προσήκουσαν αὐτοῖς ἀξίαν ἐπρίαντο. Ἐντεῦθεν τὰ μυρία Ἰουδαίοις συνέβη δεινά. Τούτου γε εἵνεκα τοῖς μὲν ποιμέσιν ἀπειλεῖ τιμωρίαν, τῶν δὲ προβάτων πᾶσαν ποιεῖται κηδεμονίαν. Περὶ δὲ τῶν δυσσεβούντων φησί· ϛʹ. «Διὰ τοῦτο οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν, λέγει Κύριος. Καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνθρώπους ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὑτοῦ, καὶ κατακόψουσι τὴν γῆν, καὶ οὐ μὴ ἐξέλωμαι ἐκ τῆς χειρὸς αὐτῶν.» Ἐκείνους δὲ, φησὶ, διὰ τὴν οἰκείαν παρανομίαν ἀτημελήτους καταλιπὼν, τῶν ἐπιεικεστέρων πᾶσαν ποιήσομαι πρόνοιαν. Τοῦτο γὰρ δι' ὧν ἐπήγαγε παρεδήλωσε. ζʹ. «Καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς ἐν τῇ γῇ Χαναάν.» Τοῦτο τισὶ μὲν ἔδοξε τὴν Παλαιστίνην αἰνίττεσθαι· ἐμοὶ δὲ δοκεῖ τὴν ἀλλοτρίαν σημαίνειν· διὰ γὰρ τοῦ Χαναὰν τοὺς ἀλλοτρίους αἰνίττεται. Λέγει τοίνυν· Τοὺς ὁπουδήποτε πιστεῦσαί μοι προαιρουμένους ὑπὸ τὴν ἐμὴν τάξω κηδεμονίαν. «Καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους· τὴν μίαν ἐκάλεσα Κάλλος, καὶ τὴν ἑτέραν ἐπεκάλεσα Σχοίνισμα· καὶ ποιμανῶ τὰ πρόβατα.» Δύο ῥάβδους καλεῖ τὰ ἔθνη καὶ Ἰουδαίους. Δύο γὰρ πάλαι γενικὰ δόγματα, τὸ μὲν θεοσέβειαν ἐκπαιδεῦον, ὃ παρὰ Ἰουδαίους ἐκράτει· τὸ δὲ πρεσβεῦον τῶν εἰδώλων τὴν πλάνην, ᾗ διαφόρως ἅπαντα πάλαι τὰ ἔθνη κατείχετο. Καὶ ἐκ τούτων τοίνυν, φησὶ, καὶ ἐξ ἐκείνων συναθροίσω πρόβατα, καὶ μίαν ἑκατέρωθεν ἐργάσομαι ποίμνην. Τοῦτο καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, καὶ εἷς ποιμήν. Τοὺς γὰρ ἐξ ἐθνῶν πεπιστευκότας τοῖς ἐξ Ἰουδαίων ἀνέμιξε, καὶ μίαν ποίμνην ἀπέφηνε. ηʹ. «Καὶ ἐξαρῶ τρεῖς ποιμένας ἐν μηνὶ ἑνί.» Τοὺς Ἰουδαίων λέγει βασιλέας, καὶ προφήτας, καὶ