Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.412
Not analysed yet
διὰ τοῦ παναγίου βαπτίσματος τὸ τῆς ἁμαρτίας ἀπεκδυσάμεθα γῆρας. ιηʹ. «Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς.» Τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν ἐδήλωσεν. Οὐ γὰρ αὐτὸς ἡμῖν, φησὶ, κατηλλάγη, καίτοι αὐτὸς ἦν ὁ διὰ τῆς παραβάσεως ὑβρισμένος· ἀλλ' ἡμᾶς ἑαυτῷ κατήλλαξεν, οὐκ ἀνθρώπῳ μεσίτῃ χρησάμενος, ἀλλὰ τὸν μονογενῆ Υἱὸν τῆς εἰρήνης ἀποφήνας μεσίτην. Ἐνεχείρισε δὲ καὶ ἡμῖν τὰ τῶν καταλλαγῶν εὐαγγέλια. ιθʹ. «Ὡς ὅτι ὁ Θεὸς ἦν.» Ἐνταῦθα δεῖ στίξαι. «Ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ.» Αὐτὸς γὰρ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ Χριστοῦ τὰς πρὸς τοὺς ἀνθρώπους καταλλαγὰς ἐποιήσατο. Τίς δὲ ὁ τούτων τρόπος; «Μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.» Ἐδωρήσατο τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, καὶ ἡμᾶς ὑπηρέτας τῆς εἰρήνης ἐχειροτόνησεν. κʹ. «Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν.» Ἐπειδὴ διάκονος τῶν καταλλαγῶν ἔφη προκεχειρίσθαι, ἀναγκαίως τὴν πρεσβείαν προσφέρει, καὶ δεικνὺς τῆς πρεσβείας τὸ ἀξιόπιστον, ἐπήγαγεν· «Ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν.» Τί δὲ πρεσβεύσεις; «Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.» Ἱκανὰ καὶ τοὺς ἄγαν ἀτεράμονας ἐντρέψαι τὰ εἰρημένα. Πρῶτον μὲν γὰρ εἶπεν, ὅτι ἐκείνου ἀναιρεθέντος οὐ μόνον οὐκ ἠγανάκτησεν, ἀλλὰ ἡμᾶς ἀπέστειλε πρεσβευτὰς, ὥστε πεῖσαι πάντας ἀνθρώπους, καὶ τὴν αὐτοῦ μακροθυμίαν αἰδεσθῆναι, καὶ τοῦ Χριστοῦ τὴν σφαγὴν ἐντραπῆναι, καὶ καταλλαγῆναι τῷ Ποιητῇ, καὶ Θεῷ, καὶ Δεσπότῃ. Προστίθησι δὲ τοῖς προειρημένοις καὶ τοῦ πάθους τὴν ἀτιμίαν. καʹ. «Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ.» Ἁμαρτίας γὰρ ἐλεύθερος ὢν τὸν τῶν ἁμαρτωλῶν ὑπέμεινε θάνατον, ἵνα τῶν ἀνθρώπων λύσῃ τὴν ἁμαρτίαν, καὶ τοῦτο κληθεὶς ὅπερ ἦμεν ἡμεῖς, ἐκάλεσεν ἡμᾶς ὅπερ ὑπῆρχεν αὐτός. Τὸν γὰρ τῆς δικαιοσύνης ἡμῖν ἐδωρήσατο πλοῦτον. ΚΕΦΑΛ. ϛʹ. αʹ. «Συνεργοῦντες δὲ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς.» Ἐπειδὴ γὰρ εἶπεν, ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ἀναγκαίως διδάσκει, ὡς αὐτοῖς τοῖς παρακαλουμένοις συμπράττουσιν οἱ πρεσβεύοντες, ἵνα τὸ τῆς θείας χάριτος κομίσωνται κέρδος, καὶ μὴ κενὴν δείξωσι καὶ ματαίαν τὴν οἰκονομίαν, ἐναντίον βίον ταύτῃ ἐπιδεικνύμενοι. βʹ. «Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.» Οὕτω τῇ προφητικῇ χρησάμενος μαρτυρίᾳ τὴν παραίνεσιν αὔξει. «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα