Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.452
Not analysed yet
«Εἰ καὶ οὐδέν εἰμι, (ιβʹ) τὰ μέντοι σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις, καὶ τέρασι, καὶ δυνάμεσι.» Μὴ εἰς ἐμὲ ἀποβλέψητε, ἀλλὰ τὰ τῆς χάριτος ἐξετάζετε. Τῆς γὰρ ἀποστολικῆς ἀξίας γεγένησθε μάρτυρες, καὶ τῆς πνευματικῆς μαρτυρίας γεγόνατε θεωροί. Καλῶς δὲ τὴν ὑπομονὴν τῶν σημείων προτέθεικεν, ἐπειδὴ τῆς γνώμης τὰ κατορθώματα πολλῷ τιμιώτερα. ιγʹ. «Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Ποίας δὲ ἡμῶν πνευματικῆς οὐκ ἀπελαύσατε δωρεᾶς, εἰ μὴ ἄρα τοῦτο μόνον ἡμῖν ἐπιμέμφοισθε, ὅτι τῆς σωματικῆς παρ' ὑμῶν οὐ τετυχήκαμεν θεραπείας; Εἶτα εἰρωνικῶς· «Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.» Ὁμολογῶ, τοῦτο ἠδίκησα, καὶ συγγνώμην αἰτῶ. Ἵνα δὲ πάλιν μή τινες ὑπολάβωσιν, ὅτι ὡς ὀνειδίζων ταῦτα προσφέρει, καὶ τὸ λαβεῖν πραγματεύεται, καὶ εἰς τὸν ἑξῆς ὑπισχνεῖται χρόνον φυλάξειν τοῦτον τὸν σκοπόν. ιδʹ. «Ἰδοὺ τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν.» Εἶτα θεραπεύει τοῦ λόγου τὸ αὐστηρόν. «Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ' ὑμᾶς.» Κέχρηται δέ τινι καὶ φυσικῇ γνωμολογίᾳ. «Οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ' οἱ γονεῖς τοῖς τέκνοις. «Οὐ χρημάτων ἐφίεμαι, ἀλλὰ τῶν ὑμετέρων ὀρέγομαι ψυχῶν. Οἶδα γὰρ καὶ τοὺς πατέρας τοῖς παισὶν ἀεὶ συναθροίζοντας πλοῦτον· ἐγὼ δὲ τῶν φύσει πατέρων καὶ πλέον τι ποιεῖν ἐπαγγέλλομαι. ιεʹ. «Ἥδιστα γὰρ δαπανήσω, καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν.» Ἀντὶ τοῦ, καὶ ἐμαυτὸν ὑπὲρ ὑμῶν δίδωμι. «Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν ἧττον ἀγαπῶμαι.» Μετὰ θεραπείας ἡ κατηγορία. Ἠνίασε γὰρ αὐτοὺς σμικρολογίαν αὐτοῖς ἐγκαλέσας ἀγάπης, εὔφρανε δὲ τὴν αὐτοῦ περὶ αὐτοὺς σφοδροτάτην δείξας. ιϛʹ—ιηʹ. «Ἔστω δὲ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. Μή τινα ὧν ἀπέστειλα πρὸς ὑμᾶς, δι' αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν· μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;» Ἀλλ' ἴσως ἄν τις εἴποι, ὅτι πανουργίᾳ κεχρημένος, παρὼν μὲν οὐδὲν εἴληφα παρ' ὑμῶν, δι' ὧν δὲ πρὸς ὑμᾶς ἀπέστελλον, ἐδεχόμην τὰ παρ' ὑμῶν. Εἴπατε τοίνυν, πρὸς τῆς ἀληθείας αὐτῆς, εἴ τις τῶν παρ' ἡμῶν ἀποσταλέντων, εἴτε Τίτος, εἴτε ἄλλος τις, ἐχρήσατο τῇ δεδομένῃ τοῖς κήρυξιν ἐξουσίᾳ. Πλεονεξίαν δὲ τὴν δόσιν ἐκάλεσεν· ἐπειδὴ πέφυκέ πως ὁ παρὰ γνώμην διδοὺς, κἂν χρέος ἐκτίνῃ, πλεονεκτεῖσθαι νομίζειν. Οὕτω ταῦτα εἰς ἔλεγχον τῶν ψευδαποστόλων διεξελθὼν, τὸ διδασκαλικὸν αὐτοῖς ἀξίωμα δείκνυσι. ιθʹ. «Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα;»