Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.528
Not analysed yet
εʹ. «Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι.» Ἐγνωρίσθη μὲν τοῖς πάλαι προφήταις, ἀλλ' οὐχ ὡς νῦν· οὐ γὰρ τὰ πράγματα εἶδον, ἀλλὰ τοὺς περὶ τῶν πραγμάτων προέγραψαν λόγους. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Πολλοὶ προφῆται, καὶ βασιλεῖς, καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον.» Νῦν δὲ τοῖς ἀποστόλοις ἀπεκάλυψε πρώτοις, εἶτα τοῖς προφήταις. Πολλοὶ γὰρ κατὰ τῶν ἀποστόλων καιρὸν προφητικῆς ἀπήλαυσαν χάριτος. Τί δὲ ἀπεκάλυψεν; ϛʹ, ζʹ. «Εἶναι τὰ ἔθνη συγκληρονόμα, καὶ σύσσωμα, καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ διὰ τοῦ Εὐαγγελίου, οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.» Ἐπειδὴ ἓν σῶμα προσηγόρευσε τοὺς πιστοὺς, σύσσωμα τὰ ἔθνη γεγενῆσθαί φησι. Καὶ ἐπειδὴ ἡ κληρονομία Ἰουδαίων ἐνενόμιστο, συγκληρονόμα πάλιν τὰ ἔθνη ὠνόμασε. Καὶ ὡς Ἰουδαίων μόνων ἔχειν ὑπειληφότων τὰς ἐπαγγελίας· τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη· «Ὧν αἱ ἐπαγγελίαι·» πάλιν τὰ ἔθνη συμμέτοχα τῆς ἐπαγγελίας ἐκάλεσε. Τούτων δὲ, φησὶν, ἀπέλαυσαν διὰ τοῦ Εὐαγγελίου, οὗ κήρυξ ἐγὼ καὶ διάκονος διὰ τὴν ἄῤῥητον τοῦ κεκληκότος φιλοτιμίαν, καὶ τὴν ἄφραστον αὐτοῦ δύναμιν. Λέγει δὲ καὶ τίνος χάριν τῆς δυνάμεως ἐμνημόνευσεν. ηʹ. «Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ.» Ἐν γὰρ τοῖς κατ' ἐμὲ τῆς οἰκείας δυνάμεως τὴν ἐνέργειαν ἔδειξεν, ἀνάξιον ὄντα με καλέσας, τὴν δὲ τῶν ἐθνῶν διδασκαλίαν πιστεύσας. Ἐνέφραξε μέντοι τὸ ἀναίσχυντον Εὐνομίου στόμα, ἀνεξιχνίαστον καλέσας τοῦ Χριστοῦ τὸν πλοῦτον. Ἐκεῖνος γὰρ ποιητὴν τοῦ Χριστοῦ τὸν Πατέρα λέγων, καὶ τὴν αὐτοῦ τοῦ Πατέρος οὐσίαν ἔφη κατειληφέναι. Ὁ δὲ θεῖος Ἀπόστολος οὐ μόνον τοῦ Χριστοῦ τὴν θείαν φύσιν, ἀλλὰ καὶ τὸν πλοῦτον ἀνεξιχνίαστον κέκληκε. Καὶ πῶς κηρύττεις, εἴπερ ὁ πλοῦτος ἀνεξιχνίαστος; Τοῦτο γὰρ αὐτὸ, φησὶ, κηρύττω ὅτι ἀνεξιχνίαστος. Τοῦτο γὰρ ἐπάγει· θʹ. «Καὶ φωτίσαι πάντας τίς οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ.» Οὐκ ἰχνηλατῶ τὰ ἀνεξιχνίαστα, ἀλλὰ τὸ νῦν ἀποκαλυφθὲν μυστήριον τοὺς ἀγνοοῦντας διδάσκω. Πάλαι