Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.529
Not analysed yet
γὰρ τοῦτο ἦν κεκρυμμένον, καὶ μόνῳ τῷ Θεῷ γνώριμον, ὃς τὰ πάντα πεποίηκε συνεργῷ χρησάμενος τῷ Υἱῷ. ιʹ, ιαʹ. Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας. Κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Οὐδὲ γὰρ αἱ ἀόρατοι δυνάμεις ᾔδεσαν τὸ μυστήριον, ἀλλὰ διὰ τῆς περὶ τὴν Ἐκκλησίαν οἰκονομίας τὴν ἄῤῥητον τοῦ Θεοῦ σοφίαν κατέμαθεν. Κατὰ πρόθεσιν δὲ τῶν αἰώνων λέγει, ἀντὶ τοῦ, Ταῦτα πρὸ τῶν αἰώνων προέθετο, ἐποίησε δὲ διὰ τῆς κατὰ τὸν Δεσπότην Χριστὸν οἰκονομίας. ιβʹ. «Ἐν ᾧ ἔχομεν τὴν παῤῥησίαν, καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει, τῇ διὰ τῆς πίστεως αὐτοῦ.» Αὐτῷ γὰρ πιστεύσαντες, δι' αὐτοῦ προσήχθημεν τῷ Θεῷ καὶ Πατρί. ιγʹ. «Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν.» Δέομαι τοίνυν τῆς θείας ἀπολαῦσαι ῥοπῆς, ἵνα γενναίως φέρω τὰ προσπίπτοντα σκυθρωπὰ διὰ τὴν ὑμετέραν σωτηρίαν. Ὑμετέρα γὰρ δόξα ἡ ἐν τούτοις μου καρτερία. Ταῦτα πάντα ἐν μέσῳ τεθεικὼς, ἀναλαμβάνει τὸν περὶ προσευχῆς λόγον, καί φησι· ιδʹ, ιεʹ. «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται.» Κυρίως Πατὴρ, καὶ ἀληθῶς Πατὴρ ὁ Θεός. Οὐ γὰρ ἐγένετο πρῶτον Υἱὸς, εἶτα Πατήρ· ἀλλ' ἀεὶ Πατήρ ἐστι, καὶ φύσει Πατήρ· οἱ δὲ ἄλλοι πατέρες, εἴτε σωματικοὶ, εἴτε πνευματικοὶ, ἄνωθεν τὴν προσηγορίαν εἵλκυσαν. Λέγει δὲ ἐπὶ γῆς πατέρας, τοὺς φύσει πατέρας· οὐρανίους δὲ πατέρας, τοὺς πνευματικοὺς καλεῖ. Τοιοῦτος ἦν αὐτὸς ὁ θεῖος Ἀπόστολος. Καὶ τοῦτο Κορινθίοις γράφων ἐδίδαξεν· «Ἐὰν γὰρ, φησὶ, μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Λέγει τοίνυν, ὅτι Δεόμενος καὶ ἀντιβολῶν κάμπτω τὰ γόνατά μου, καὶ ἱκετεύω τὸν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ Πατέρα, ὃς ἀληθῶς ὑπάρχει Πατὴρ, ὃς οὐ παρ' ἄλλου τοῦτο λαβὼν ἔχει, ἀλλ' αὐτὸς τοῖς ἄλλοις μεταδέδωκε τοῦτο. Τί δὲ παρακαλεῖς; ιϛʹ, ιζʹ. «Ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὑτοῦ, δυνάμει κραταιωθῆναι, διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστόν.» Καὶ πλοῦτον ἄῤῥητον ἔχει, καὶ δύναμιν ἀμέτρητον. Αἰτῶ τοίνυν ὑμᾶς τυχεῖν, ὥστε διὰ