Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.532
Not analysed yet
τῆς τοῦ Πνεύματος χάριτος οἰκητήριον ὑμῶν γενέσθαι τὰς ψυχὰς τοῦ σεσωκότος ὑμᾶς Χριστοῦ. Εἶτα διδάσκει τίνα καὶ αὐτοὺς δεῖ συνεισενεγκεῖν εἰς τὴν τοῦ ναοῦ τούτου κατασκευήν. «Διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ ἐῤῥιζωμένοι, καὶ τεθεμελιωμένοι.» Χρεία γὰρ πίστεως καὶ ἀγάπης, ὥστε ἐν ταύταις ὑμᾶς τεθηλέναι, οἷόν τινα κρηπῖδα καὶ ῥίζαν τὸ βέβαιον ἔχοντας. ιηʹ, ιθʹ. «Ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ μῆκος, καὶ πλάτος, καὶ βάθος, καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ.» Δυνατὸν ἡμᾶς διὰ τῆς πίστεως καὶ ἀγάπης τῆς πνευματικῆς χάριτος ἀπολαῦσαι, καὶ διὰ ταύτης καταμαθεῖν τῆς γεγενημένης οἰκονομίας τὸ μέγεθος. Διὰ γὰρ τοῦ μήκους, καὶ πλάτους, καὶ βάθους, καὶ ὕψους, τὸ μέγεθος παρεδήλωσεν· ἐπειδὴ ταῦτα μεγέθους δηλωτικά. Τὸ δὲ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ, ἀντὶ τοῦ, Ἵνα τελείως αὐτὸν ἔνοικον δέξησθε. Εἶτα εἰς δοξολογίαν τὸν δογματικὸν συμπληροῖ λόγον. κʹ, καʹ. «Τῷ δὲ δυναμένῳ ὑπερεκπερισσοῦ ποιῆσαι ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ, ἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.» Ὑμνῶ δὲ αὐτὸν, ὅτι καὶ δύναται, καὶ βούλεται, καὶ πλείονα ὧν αἰτοῦμεν δωρεῖται. Αὐτὸν δὲ καὶ παρὰ πάντων ὑμνεῖσθαι προσήκει ἔν τε τῷ παρόντι βίῳ, καὶ ἐν τῷ μέλλοντι. Οὕτως αὐτοῖς ἐπιδείξας τῆς θείας εὐεργεσίας τὸν πλοῦτον, ἐπὶ τὰ εἴδη προτρέπει τῆς ἀρετῆς. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ. «Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ.» Ἱκανὴ τῶν δεσμῶν ἡ μνήμη καὶ τοὺς λίαν ἀναλγησίαν νοσοῦντας εἰς ἀρετὴν διεγεῖραι. Δι' ὑμᾶς γὰρ, φησὶ, ταῦτα περίκειμαι. Εἰ γὰρ κηρύττειν οὐκ ἐβουλόμην, τούτων ἂν παντελῶς ἀπηλλάγην. Θαυμάσαι δὲ ἄξιον κἀν τούτοις τὸν θεῖον Ἀπόστολον, ὅτι τοῖς διὰ τὸν Χριστὸν δεσμοῖς ἐναβρύνεται μᾶλλον, ἢ βασιλεὺς διαδήματι. Τί δὲ παρακαλεῖς; «Ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε.» Κατάλληλον τῇ κλήσει πολιτείαν ἀσπάσασθε· μὴ καθυβρίσητε τὴν θείαν εὐεργεσίαν τῷ παρανόμῳ βίῳ. Καὶ ἐπειδὴ χαρισμάτων πνευματικῶν ἀπολαύοντες, καὶ θαύματα ἐποίουν, καὶ γλώτταις διαφόροις ἐλάλουν, καὶ προφητικῆς ἐνεργείας ἀπήλαυον, ἱκανὰ δὲ ταῦτα ἦν ὀγκῶσαι τὸ φρόνημα, καὶ περὶ τούτου πρῶτον προσφέρει παραίνεσιν· βʹ, γʹ. «Μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.» Μιᾶς ἅπαντες