Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.533
Not analysed yet
τετυχήκατε χάριτος, μία πηγὴ τοὺς διαφόρους ἐκπέμπει κρουνούς. Ταπεινοφροσύνῃ τοίνυν καὶ πραότητι χρώμενοι ἀνέχεσθε μὲν ἀλλήλων κατὰ τὸν ἀγάπης νόμον, φυλάξατε δὲ τῆς εἰρήνης τὸν σύνδεσμον. δʹ. «Ἓν σῶμα, καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν.» Ἑνὸς ἀπηλαύσατε Πνεύματος, εἰς ἓν σῶμα τελεῖτε, μία ἐλπὶς ὑμῖν δέδοται τῆς τε ἀναστάσεως, καὶ τῆς βασιλείας τῶν οὐρανῶν. εʹ, ϛʹ. «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ὑμῖν.» Πανταχοῦ τὸ ἓν καὶ εἷς τέθεικεν, εἰς συμφωνίαν συνάπτων τὴν Ἐκκλησίαν. Ἕνα, φησὶ, Κύριον ἔχομεν, ἑνὸς βαπτίσματος ἀπηλαύσαμεν, μίαν πίστιν προσενηνόχαμεν, εἷς ὁ πάντων ἡμῶν Θεὸς καὶ Πατήρ. Προσήκει τοίνυν ὑμᾶς, ὡς ἀδελφοὺς, τὴν περὶ ἀλλήλους ἔχειν ὁμόνοιαν. Τὸ μέντοι, ἐπὶ πάντας τὴν δεσποτείαν σημαίνει, τὸ δὲ, διὰ πάντων, τὴν πρόνοιαν, τὸ δέ γε, ἐν πᾶσι, τὴν ἐνοίκησιν. ζʹ. «Ἑνὶ δὲ ἑκάστῳ ὑμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.» Ἐνταῦθα παραμυθεῖται τοὺς τὰ δοκοῦντα ἐλάττονα τῶν χαρισμάτων εἰληφότας, καὶ δείκνυσι ταῦτα τὸν Δεσπότην Χριστὸν διανεῖμαι· μονονουχὶ δὲ λέγων· Μὴ δυσχεράνητε· αὐτὸς γὰρ, ὡς οἶδεν, ἑκάστῳ τὴν χάριν ἐμέτρησεν. Βεβαιοῖ δὲ καὶ τῇ προφητικῇ μαρτυρίᾳ τὸν λόγον. ηʹ. «Διὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις.» Ὁ μὲν ψαλμὸς λέγει, ἔλαβε δόματα ἐν ἀνθρώποις· αὐτὸς δὲ τὸ, ἔδωκε, τέθεικεν. Ἀμφότερα δὲ γεγένηται· λαμβάνων γὰρ τὴν πίστιν ἀντιδίδωσι τὴν χάριν. Ἀκριβῶς δὲ καὶ τὸ, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, τέθεικεν ὁ Προφήτης. Οὐ γὰρ ἐλευθέρους ὄντας ἡμᾶς ᾐχμαλώτευσεν, ἀλλ' ὑπὸ τοῦ διαβόλου γεγενημένους ἀντῃχμαλώτευσε, καὶ τὴν ἐλευθερίαν ἡμῖν ἐδωρήσατο. Εἶτα τὴν ἀνάβασιν ἑρμηνεύει. θʹ. «Τὸ δὲ, ἀνέβη, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς;» Ἡ ἀνάβασις τῆς καταβάσεως σημαντική. Κατελθὼν γὰρ πρότερον, καὶ τὴν ἡμετέραν πραγματευσάμενος σωτηρίαν, οὕτω πάλιν ἀνελήλυθε. Κατώτερα γὰρ μέρη τῆς γῆς τὸν θάνατον ἐκάλεσεν. Οὕτω γὰρ καὶ ὁ Προφήτης φησίν· «Ἔθετό με ἐν λάκκῳ κατωτάτῳ·» καὶ πάλιν· «Καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς.» ιʹ. «Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.»