Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.60
Not analysed yet
τῇ ἐκ νεκρῶν ἀναστάσει, φημὶ, καὶ τῇ αἰωνίῳ ζωῇ. καὶ τῇ βασιλείᾳ τῶν οὐρανῶν. Δικαιοσύνην δὲ Θεοῦ διὰ τοῦ Εὐαγγελίου ἀποκαλύπτεσθαι ἔφη, οὐ μόνον τὴν ἡμῖν χορηγουμένην, ἀλλὰ καὶ τὴν ἐν αὐτῷ τῷ τῆς οἰκονομίας μυστηρίῳ προφανῶς δεικνυμένην. Οὐ γὰρ ἐξουσίᾳ τὴν ἡμετέραν ᾠκονόμησε σωτηρίαν, οὐδὲ προστάγματι καὶ λόγῳ κατέλυσε τοῦ θανάτου τὸ κράτος, ἀλλ' ἐκέρασε τῷ δικαίῳ τὸν ἔλεον. Καὶ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τὴν τοῦ Ἀδὰμ ἐνδυσάμενος φύσιν, καὶ πάσης ἁμαρτίας φυλάξας ἀμύητον, ταύτην ὑπὲρ ἡμῶν προσενήνοχε, καὶ τὸ χρέος τῆς φύσεως ἀποδοὺς, τὸ κοινὸν πάντων ἀνθρώπων διέλυσεν ὄφλημα. Ἀλλὰ τοῦτο διδάσκει σαφέστερον ἡμᾶς ἐν τοῖς ἑξῆς ὁ θεῖος Ἀπόστολος. Ἡμεῖς δὲ τῆς κατὰ μέρος ἑρμηνείας ἐχώμεθα. Εἰρηκὼς τοίνυν ὡς καὶ Ἰουδαίοις καὶ Ἕλλησι βουλομένοις ἡ σωτηρία προσγίνεται, Γραφικῇ μαρτυρίᾳ τὸν λόγον ὠχύρωσε, καί φησι· Καθὼς γέγραπται· Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Τοῦτο δὲ Ἰουδαίων ἕνεκα τέθεικε· διδάσκων αὐτοὺς μὴ τῆς νομικῆς ἀντέχεσθαι πολιτείας, ἀλλὰ τοῖς οἰκείοις προφήταις ἀκολουθεῖν. Οὗτοι γὰρ ἄνωθεν τὴν διὰ πίστεως προεκήρυξαν σωτηρίαν. Ἐντεῦθεν τοίνυν τῶν Ἰουδαίων ἀφεὶς πρῶτον κατηγορεῖν, κατηγορεῖ τῶν ἄλλων ἁπάντων ἀνθρώπων, ὡς τὸν ἐν τῇ φύσει παρὰ τοῦ Δημιουργοῦ τεθέντα νόμον ἀδεῶς παραβάντων. Ἡ δέ γε τούτων κατηγορία καὶ ἀπολογίαν ἔχει τοῦ Ποιητοῦ. Δημιουργήσας γὰρ αὐτοὺς, οὐκ ἀλόγων δίκην εἴασε βιοτεύειν, ἀλλὰ τῷ λόγῳ τετίμηκε, καὶ διάκρισιν δέδωκε, καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων ἐντέθεικε τὴν διάγνωσιν. Καὶ τῷδε μαρτυροῦσι τῷ λόγῳ οἱ πρὸ τοῦ Μωσαϊκοῦ νόμου διαπρέψαντες ἐν εὐσεβείᾳ καὶ ἀρετῇ, καὶ αὖ πάλιν οἱ τὴν ἐναντίαν ὁδεύσαντες. Καὶ γὰρ ὁ Ἀδὰμ, εὐθὺς τὴν ἐντολὴν παραβὰς καὶ τοῦ καρποῦ γευσάμενος, ὃν ἀπηγόρευεν αὐτῷ, λαθεῖν μὲν ἐπειράθη, τοῦ συνειδότος ἀμείψαντος. Εἶτα κληθεὶς εἰς τὸ κριτήριον, οὔτε ἠρνήθη τὸ γεγονὸς, οὔτε μὴν τὴν ἄγνοιαν εἰς ἀπολογίαν προὐβάλετο, ἀλλ' ἐπὶ τὴν γυναῖκα μετατέθεικε τῆς κατηγορίας τὸ ἔγκλημα. Σαφῶς δὲ τοῦτο διδάσκει, ὡς εἶχεν ἡ φύσις τὴν τῶν πραγμάτων διάγνωσιν. Οὕτω καὶ ὁ Κάϊν, λάθρα μὲν ἀνεῖλε τὸν ἀδελφόν· ἐρωτηθεὶς δὲ, «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ἠρνήθη, καὶ τὸ γεγονὸς ἐπεχείρησε κρύψαι; ἐλεγχθεὶς δέ γε, ὡμολόγησε δικαίαν εἶναι τὴν τιμωρίαν, καὶ συνεψηφίσατο τῷ κριτῇ, καὶ πέρα συγγνώμης εἶπεν ἡμαρτηκέναι. Καὶ ἕτερα δὲ μυρία τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. Τούτου χάριν ὁ θεῖος Ἀπόστολος ἔφη· ιηʹ. Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων, τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων. Ἀμφότερα γὰρ αὐτοὺς ἡ φύσις ἐδίδαξε, καὶ τὸν Θεὸν εἶναι τῶν ἁπάντων Δημιουργὸν, καὶ τὸ φεύγειν μὲν τὴν ἀδικίαν, τὴν δέ γε δικαιοσύνην ἀσπάζεσθαι· ἀλλ' οὐκ εἰς δέον τοῖς δοθεῖσιν ἐχρήσαντο διδασκάλοις· ὅθεν αὐτοῖς καὶ τὴν ἐσομένην ἠπείλησε κόλασιν. Εἰκότως δὲ κἀνταῦθα τὸ ἀποκαλύπτεται τέθεικεν, ὡς τῶν ἀπιστούντων οὐ δεχομένων τὰς ἀπειλὰς, τῶν δέ γε ὀψομένων τὴν τῶν