Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.61
Not analysed yet
λόγων ἀλήθειαν. Ὀργὴν Θεοῦ τὴν τιμωρίαν καλεῖ, οὐκ ἐπειδὴ πάθει κολάζει ὁ Θεός· ἀλλ' ἵνα τῷ ὀνόματι φοβήσῃ τοὺς ἀντιλέγοντας. Ἀπ' οὐρανοῦ δὲ αὐτὴν ἀποκαλύπτεσθαι ἔφη, ὡς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐκεῖθεν ἐπιφανησομένου. Τοῦτο γὰρ καὶ αὐτὸς ὁ Κύριος ἔφη· «Τότε ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ πολλῆς δόξης.» ιθʹ. Διότι τὸ γνωστὸν τοῦ Θεοῦ, φανερόν ἐστιν ἐν αὐτοῖς. Τίνος ταύτην αὐτοῖς δεδωκότος τὴν γνῶσιν; Ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε. Πῶς καὶ τίνι τρόπῳ; κʹ. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Ἡ κτίσις, φησὶ, καὶ τὰ ἐν τῇ κτίσει γινόμενα, ὡρῶν ἐναλλαγαὶ, καὶ μεταλλαγαὶ καιρῶν, καὶ νυκτὸς καὶ ἡμέρας διαδοχαὶ, νεφῶν ὠδῖνες, ἀνέμων αὖραι, καρπογονία φυτῶν καὶ σπερμάτων, καὶ τἄλλα ὅσα τοιαῦτα σαφῶς ἡμᾶς διδάσκει, καὶ ποιητὴν εἶναι τῶν ἁπάντων τὸν Θεὸν, καὶ σοφῶς κατέχειν τοὺς τῆς κτίσεως οἴακας. Ὁ γὰρ πάντα διὰ μόνην φιλανθρωπίαν πεποιηκὼς, οὐκ ἄν ποτε ἃ πεποίηκεν ἀτημέλητα καταλείποι. Διά τοι τοῦτο, οὐκ εἶπεν ὁ θεῖος Ἀπόστολος, τὸ ἀόρατον αὐτοῦ, ἀλλὰ τὰ ἀόρατα αὐτοῦ, τουτέστιν ἡ δημιουργία αὐτοῦ, καὶ ἡ πρόνοια, καὶ ἡ δικαία ἐφ' ἑκάστῳ ψῆφος, καὶ αἱ παντοδαπαὶ οἰκονομίαι. Οὗ δὴ χάριν συγγνώμης ἀνάξιοι οἱ τοσούτων μὲν ἀπολαύσαντες διδασκάλων, οὐδεμίαν δὲ ὄνησιν ἐκ τοσούτων μαθημάτων δεξάμενοι. Τοῦτο γὰρ ἐπήγαγεν· Εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Αὐτὰ γὰρ μονονουχὶ βοᾷ τὰ πράγματα, ὡς οὐδεμίαν ἔχουσι παραίτησιν εἰς ἀπαλλαγὴν τῶν ἠπειλημένων κακῶν. καʹ. Διότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν. Ὅτι γὰρ ἔγνωσαν εἶναι Θεὸν, καὶ αὐτοὶ μαρτυροῦσι· περιφέρουσι γὰρ τὸ σεπτὸν ὄνομα τοῦτο· ἀξίας δὲ περὶ αὐτοῦ δόξας οὐκ ἐθέλουσιν ἔχειν. Ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Τοῖς γὰρ ἀνοήτοις ἠκολούθησαν λογισμοῖς, καὶ ἑκόντες τὸν τῆς ἀπιστίας εἰσεδέξαντο ζόφον. κβʹ. Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Ηὔξησε τῇ προσηγορίᾳ τὴν κατηγορίαν. Σοφοὺς γὰρ ἑαυτοὺς ὀνομάζοντας, ἀνοήτους σφᾶς αὐτοὺς ἀπὸ τῶν ἔργων ἀπέφηναν. κγʹ. Καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου. Συνιδεῖν γὰρ οὐκ ἐθελήσαντες, ὡς ὁ τῶν ἁπάντων Δημιουργὸς φθορᾶς ἀμείνων, καὶ τῶν ὁρωμένων ὑπέρτερος, τὰς τῶν οἰκείων σωμάτων εἰκόνας, θεοὺς προσηγόρευσαν. Οὐδὲ γὰρ τῶν ἀοράτων ψυχῶν ἀν-