Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.717
Not analysed yet
αἰῶνος. Καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας.» Τῶν ἄγαν ἀδυνάτων, φησὶν, τοὺς τῷ παναγίῳ προσεληλυθότας βαπτίσματι, καὶ τῆς τοῦ θείου Πνεύματος χάριτος μετειληφότας, καὶ τῶν αἰωνίων ἀγαθῶν δεξαμένους τὸν τύπον, αὖθις προσελθεῖν, καὶ τυχεῖν ἑτέρου βαπτίσματος. Τοῦτο γὰρ οὐδέν ἐστιν ἕτερον, ἢ πάλιν τὸν Υἱὸν τοῦ Θεοῦ τῷ σταυρῷ προσηλῶσαι, καὶ τὴν γεγενημένην ἀτιμίαν πάλιν αὐτῷ προσάψαι. Ὥσπερ γὰρ ἅπαξ τὸ πάθος αὐτὸς ὑπέμεινεν, οὕτω καὶ ἡμᾶς ἅπαξ αὐτῷ προσήκει κοινωνῆσαι τοῦ πάθους. Συνθαπτόμεθα δὲ αὐτῷ διὰ τοῦ βαπτίσματος, καὶ συνανιστάμεθα. Οὐχ οἷόν τε οὖν ἡμᾶς πάλιν ἀπολαῦσαι τῆς τοῦ βαπτίσματος δωρεᾶς. Χριστὸς γὰρ ἀναστὰς ἐκ νεκρῶν οὐκ ἔτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκ ἔτι κυριεύει· ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Καὶ ἡμῶν δὲ ὁ παλαιὸς ἄνθρωπος συνεσταυρώθη ἐν τῷ βαπτίσματι, τοῦ θανάτου τὸν τύπον δεξάμενος. Καλὸν δὲ Θεοῦ ῥῆμα, τὴν ὑπόσχεσιν ἔφη τῶν ἀγαθῶν. Δυνάμεις δὲ μέλλοντος αἰῶνος τὸ βάπτισμα προσηγόρευσε, καὶ τὴν χάριν τοῦ Πνεύματος· διὰ τούτων γὰρ δυνατὸν τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν. Ταῦτα δὲ ὁ Ἀπόστολος εἴρηκε, τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας διδάσκων, μὴ νομίζειν τὸ πανάγιον βάπτισμα τοῖς Ἰουδαϊκοῖς ἐοικέναι βαπτίσμασιν. Ἐκεῖνα μὲν γὰρ οὐχ ἁμαρτήματα ἔλυεν, ἀλλὰ τὸν δοκοῦντα τοῦ σώματος ἐκάθαιρε μολυσμόν· οὗ δὴ χάριν, καὶ πολλὰ καὶ συνεχῶς προσεφέρετο. Τοῦτο δέ γε ἕν ἐστιν, ἅτε δὴ τοῦ σωτηρίου πάθους καὶ τῆς ἀναστάσεως ἔχον τὸν τύπον, καὶ προδιαγράφον ἡμῖν τὴν ἐσομένην ἀνάστασιν. Ταῦτα οἱ Ναυάτου κατὰ τῆς ἀληθείας ὁπλίζουσι τὰ ῥητὰ, μὴ συνιέντες ὡς ὁ θεῖος Ἀπόστολος οὐ τὰ τῆς μετανοίας ἀπηγόρευσε φάρμακα, ἀλλὰ τοῦ θείου βαπτίσματος τὸν ὅρον ἐδίδαξεν. Ὅθεν ἐπήγαγεν· Ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας. Παραδειγματίσαι γάρ ἐστι τὸ θεῖον μυστήριον, τὸ δὶς τούτου μεταλαχεῖν. Ὅτι γὰρ πανταχοῦ κηρύττει μετάνοιαν, μαρτυρεῖ μὲν τὰ πρὸς Κορινθίους αὐτῷ γεγραμμένα, μαρτυρεῖ δὲ τὰ πρὸς Γαλάτας· καὶ πανταχοῦ δὲ τούτους κατασπείρει τοὺς λόγους. Ἡμεῖς δὲ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. ζʹ, ηʹ. «Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας παρὰ τοῦ Θεοῦ. Ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.» Ἀπὸ τῆς εἰκόνος ἔδειξε μὲν, τίνων ἀγαθῶν ἀπολαύουσιν οἱ τοὺς ὡρίμους φέροντες τῆς εὐσεβείας καρπούς· τίνα δὲ πείσονται οἱ τὰς ἀκάνθας βλαστάνοντες. Ὑετὸν δὲ μεταφορικῶς τὴν