Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.720
Not analysed yet
διδασκαλίαν ἐκάλεσεν· οὕτω γὰρ καὶ ὁ προφήτης Ἡσαΐας εἴρηκε, μᾶλλον δὲ ὁ Θεὸς διὰ τοῦ Προφήτου· «Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν.» Καὶ ἐν τοῖς θείοις Εὐαγγελίοις· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.» Ἐπειδὴ δὲ αὐστηροτέροις ἐχρήσατο λόγοις, ἀκανθῶν καὶ πυρὸς μνημονεύσας, τὴν ἀπὸ τῆς εὐφημίας ψυχαγωγίαν προσφέρει. θʹ. «Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν.» Καὶ ἵνα μὴ δόξῃ κολακείᾳ μᾶλλον, ἢ ἀληθείᾳ κεχρῆσθαι, τῶν ἤδη κατωρθωμένων αὐτοῖς ἀναμιμνήσκει, προθυμοτέρους ταύτῃ περὶ τὰ θεῖα ποιῶν. ιʹ. «Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις, καὶ διακονοῦντες.» Ταῦτα τοίνυν αὐτοῖς συνειδὼς τί δήποτε νωθροὺς καλεῖς, καὶ νηπίους, καὶ εὐτελεῖς; ιαʹ, ιβʹ. «Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους, ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.» Αἰνίττεται διὰ τῶν λόγων, ὡς πολλὴν μὲν ἐξ ἀρχῆς ἐπεδείξαντο μακροθυμίαν· ἤμβλυνε δὲ ταύτην τὰ συνεχῆ καὶ ἐπάλληλα τῶν ἐναντίων κύματα. Καὶ οἰκείαν δὲ φιλοστοργίαν ὑπέφηνεν. Ἐφίεμαι γὰρ, φησὶ, καὶ λίαν ποθῶ μετ' ἐκείνης ὑμᾶς τῆς προθυμίας ὁρᾷν ἀεί. Ἔσται δὲ τοῦτο, εἰ δίχα πάσης ἀμφιβολίας τὰς δεδομένας ὑμῖν τῶν μελλόντων ἐλπίδας κατάσχοιτε, εἰς τοὺς διὰ πίστεως περιφανεῖς γεγενημένους ἀφορῶντας ἁγίους, οἳ διὰ πολλῆς καρτερίας τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπέλαυσαν. Καὶ τῶν μὲν πλειόνων μετὰ τὴν παρεξέτασιν ποιεῖται τὴν μνήμην· τέως δὲ τὸν πατριάρχην Ἀβραὰμ εἰς μέσον ἄγει, καὶ δείκνυσι τὰς μὲν θείας ἐπαγγελίας δεξάμενον, μετὰ πλεῖστον δὲ χρόνον τὸ τούτων θεασάμενον πέρας. ιγʹ—ιεʹ. «Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ' οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων· Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτως μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.» Ἔδειξε τοῦ ἐπαγγειλαμένου τὴν ἀλήθειαν. Θεὸς γὰρ, φησὶν, ἦν οὐδὲν ὑπερκείμενον ἔχων· καὶ μάρτυς ὁ ὅρκος· καθ' ἑαυτοῦ γὰρ ὀμώμοκεν. Ἀλλ' ὅμως καὶ ὑποσχόμενος, καὶ μεθ' ὅρκων τοῦτο ποιησάμενος, οὐκ εὐθὺς τὰς ἐπαγγελίας ἐπλήρωσεν· ἀλλ' ἐδεήθη καρτερίας ὁ πατριάρχης πολλῆς, καὶ πλείστου χρόνου διεληλυθότος, οὕτως εἶδε τὴν τῆς ἐπαγγελίας ἀλήθειαν· διδάσκει δὲ καὶ τίνος χάριν ὀμώμοκε, καὶ τί δήποτε καθ' ἑαυτοῦ πεποίηκεν.