Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.721
Not analysed yet
ιϛʹ. «Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος.» Ἔθος τοῖς ἀνθρώποις ὅρκῳ βεβαιοῦν τοὺς λόγους, ἔθος δὲ αὐτοῖς καὶ κατὰ τῶν μειζόνων ὀμνύναι. ιζʹ. «Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ, ἐμεσίτευσεν ὅρκῳ.» Τούτου χάριν ὅρκον τῷ λόγῳ προστέθεικεν ὁ Θεὸς, δεῖξαι βουλόμενος τῆς ἐπαγγελίας τὸ ἀψευδὲς, καὶ ὡς ἀδύνατον ἄλλο τι μετὰ τὸν ὅρκον βουλεύσασθαι. ιηʹ. «Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφεύγοντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος.» Δύο πράγματα τὸν λόγον καὶ τὸν ὅρκον εἴρηκε. Καὶ μόνῳ γὰρ λόγῳ χρώμενος ὁ Θεὸς πληροῖ τὴν ὑπόσχεσιν· πολλῷ δὲ μᾶλλον ὅρκον συνάπτων τῷ λόγῳ. Τοῦτο δὲ, φησὶ, πεποίηκεν ἡμᾶς παραθαῤῥύνων, καὶ προσμένειν τὰς θείας ἐπαγγελίας παρασκευάζων, καὶ μὴ ἀπιστεῖν ἐπειδήπερ οὐχ ὁρῶμεν τὰς ὑποσχέσεις. Ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπίς. ιθʹ. «Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς (τουτέστι τὴν ἐλπίδα), ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος.» Καταπέτασμα τὸν οὐρανὸν ἐκάλεσε. Τὴν γὰρ τῶν οὐρανῶν βασιλείαν ὑπέσχετο δώσειν τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ὁ Κύριος. Ἐκεῖνα, φησὶν, ἐλπίζομεν τὰ ἀγαθὰ, ταύτην κατέχομεν τὴν ἐλπίδα, καθάπερ ἄγκυραν ἱεράν. Καὶ γὰρ ἄγκυρα ἐν τῷ βυθῷ κεκρυμμένη, οὐκ ἐᾷ κλονεῖσθαι τὰς ἡμετέρας ψυχάς. Δείκνυσι δὲ καὶ ἑτέρωθεν ἀναντίῤῥητον τῶν ἀγαθῶν τὴν ἐλπίδα. κʹ. «Ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς.» Δι' ἡμᾶς, φησὶν, ἐνηνθρώπησε, δι' ἡμᾶς τὸ σῶμα τῷ θανάτῳ παρέδωκε, καὶ καταλύσας τὸν θάνατον εἰς οὐρανοὺς ἀνελήλυθεν ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος. Ηὔξησε δὲ τὸ θάρσος τῇ τοῦ προδρόμου προσηγορίᾳ. Εἰ γὰρ πρόδρομος ἡμῶν ἐστι, καὶ ὑπὲρ ἡμῶν ἀνελήλυθεν, ἀνάγκη καὶ ἡμᾶς ἀκολουθῆσαι, καὶ τῆς ἀνόδου τυχεῖν. Τοῦτο καὶ ὁ Κύριος τοῖς ἀποστόλοις ἔφη· «Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί μου. Εἰ δὲ μή γε, εἶπον ἂν ὑμῖν ὅτι Πορεύσομαι, καὶ ἑτοιμάσω τόπον ὑμῖν. Κἂν πορευθῶ, καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἐλεύσομαι πρὸς ὑμᾶς, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἵν' ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε.» Οὕτω καὶ ἐνταῦθα, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν Ἰησοῦς. Ἀναλαμβάνει δὲ καὶ τὸν περὶ τῆς ἀρχιερωσύνης λόγον. «Κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.» Ἐκ τῆς προφητικῆς τοῦτο εἴληφε μαρτυρίας. «Σὺ γὰρ εἶ, φησὶν, ἀρχιερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελ-