Ancient Greek
Page 102
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 102
Not analysed yet
μένου κρῖναι [δεῖ] τῆς θυσίας τὴν τάξιν καὶ τοῦ θεοῦ τὴν τιμήν, τοῦ διὰ τὸ φείδεσθαι τοῦ γένους τῶν ἀνθρώπων μὴ βουληθέντος ἀναλῶσαι τοὺς ἀνθρώπους εἰς θυσίαν καθ' ἡμέραν προσαγομένους καὶ ἀφανίσαι τὸ γένος, ἀλλὰ δεδωκότος τοῖς μὲν ἀνθρώποις τὸ αὐξάνεσθαί τε καὶ διαμένειν, ταῖς δὲ θυσίαις αὐτῶν τὴν μεγίστην τάξιν. οἱ δὲ παρ' Ἕλλησι θρῃσκευόμενοι θεοί, ἅτε δαιμόνων αὐτῶν πονηρῶν καὶ μισανθρώπων ὄντων, θυσίαις ἔχαιρον μειωτικαῖς τε καὶ ἀφανιστικαῖς τοῦ γένους τῶν ἀνθρώπων· ὅπερ ἐστὶ δεῖγμα μέγιστον τῆς μὲν αὐτῶν θηριώδους ἀπανθρωπίας, τῆς δὲ τῶν Ἑλλήνων ἀθεότητος, τῷ ἀφανισμῷ τοῦ γένους τῶν ἀνθρώπων μειζόνως, ὥς φασι, μᾶλλον δὲ αἰσχίστως πειρωμένων τιμᾶν τοὺς ἑαυτῶν θεούς. αἰτία δὲ δι' ἣν ὁ Ἰεφθάε ἐν τῷ καταλόγῳ τῶν εὐσεβῶν ἠριθμήθη, αὕτη ἐστίν. ᾐτήσατο ὁ Ἰεφθάε νίκην κατὰ τῶν ἐχθρῶν. ὑπὲρ ταύτης τῆς νίκης εὐχαριστικὴν εὐχὴν ἀορίστως ηὔξατο τῷ θεῷ, προσαγαγεῖν εἰς θυσίαν τὸ ἐκ τοῦ οἴκου ἐξερχόμενον πρῶτον καὶ προσερχόμενον εἰς ἀπάντησιν αὐτῷ ἐκ τοῦ πολέμου τροπαιούχῳ ἐπανερχομένῳ. δραξάμενος δὲ ὁ διάβολος τὸ ἀόριστον τῆς εὐχῆς ἐμηχανᾶτο ἐξ αὐτοῦ θεῖναι τῷ Ἰεφθάε παγίδα παραβάσεως· καὶ κινεῖ τὴν θυγατέρα αὐτοῦ, μονογενῆ οὖσαν, μετὰ κιθάρας ἐξελθεῖν ἐκ τοῦ οἴκου εἰς τὴν ἀπάντησιν αὐτοῦ, ἵνα φεισαμένου τοῦ Ἰεφθάε τῆς θυγατρὸς ἀναγκασθῇ ποιήσασθαι τῆς εὐχῆς τὴν ἀθέτησιν. ἀλλ' ὅμως παγίδα θεὶς ὁ διάβολος τοῦ θηράματος οὐκ ἔτυχε, προτιμωτέραν ἡγησαμένου τοῦ Ἰεφθάε τῆς ζωῆς τῆς θυγατρὸς τὴν ἀπόδοσιν τῆς εὐχῆς. συνεχώρησε δὲ ὁ θεὸς προσενεχθῆναι αὐτὴν εἰς θυσίαν, οὐχ ὡς ἀνθρωπίνῳ αἵματι τερπόμενος, ἀλλὰ πρὸς διδασκαλίαν τῶν ἑξῆς ἀνθρώπων τοῦ μηδέποτε ἀορίστως εὔξασθαι τῷ θεῷ· πολλὰ γάρ ἐστιν ἄτοπα τὰ κατὰ τὴν οὕτως ἀόριστον εὐχὴν συμβησόμενα, ὧν τοῦ μὴ γενέσθαι προνοησάμενος ὁ θεὸς