Ancient Greek
Page 11
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 11
Not analysed yet
ριγʹ. Εἰ περιττὸν καὶ λεῖπον ἐν τῷ σώματι ἡμῶν ὁ δημιουργὸς οὐ πεποίηκε, διατί ὡς περιττὸν τὸ τῆς ἀκροβυστίας μέρος τῶν Ἰουδαίων περιετέμνετο; ριδʹ. Εἰ ὁ τὰ κατὰ δύναμιν προσταχθεὶς ποιῆσαι, ἔπαινον ποιήσας κομίζεται, δῆλον ὅτι ὁ τὰ ὑπὲρ δύναμιν μὴ ποιήσας ἐπιτάγματα ἀνεύθυνός ἐστιν. ριεʹ. Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας ὁ νόμος οὐ δίδωσιν, ἀλλ' ἐπάγει κίνδυνον ἀπαραίτητον, πῶς μοιχείαν καὶ φόνον ὁ Δαυὶδ ἐργασάμενος συγγνώμης ἠξίωται; ριʹ. Εἰ πᾶσι τοῖς ἀνθρώποις ἀναγκαία ἡ τῆς εὐχῆς βοήθεια, ταύτης δὲ οὐκ ἐδεῖτο ὁ δεσπότης Χριστός, πῶς συχνότερον ταύτῃ ὁ κύριος ἐκέχρητο; ριζʹ. Εἰ πάντων ἀνθρώπων μίαν ἔχει ἡ σὰρξ μίαν ἡ ψυχὴ οὐσίαν, πῶς ὃ μὲν ἀργὸς ὃ δὲ ὀξὺς κάθηται; ριηʹ. Εἰ ὑπὸ τῶν ἀπίστων πρὸς ἀπάτην εὑρέθη τὰ ᾄσματα, τοῖς δὲ ἐν νόμῳ διὰ τὴν νηπιότητα, διατί οἱ ἐν τῇ χάριτι τούτοις κέχρηνται; ριθʹ. Εἰ συγγνώμην ἡ ἀκούσιος ἔχει ἄγνοια, πῶς οἱ ἐξ ἀγνοίας τὸν Χριστὸν σταυρώσαντες Ἰουδαῖοι ἀνυποίστων δεινῶν ἐπειράθησαν; ρκʹ. Εἰ πάντες μέλλουσιν οἱ ἀποθανόντες ἀναστήσεσθαι, πῶς πληρωθήσεται τὸ κρίνειν ζῶντας καὶ νεκροὺς τὸν κύριον; ρκαʹ. Εἰ οἱ καταλιμπάνοντες πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ ἀδελφοὺς καὶ τὰ λοιπά, ἑκατονταπλασίονα λήψονται, ἆρα καὶ γυναῖκας ρʹ ἀπολήψονται; ρκβʹ. Εἰ πρὸς σύστασιν τῆς τῶν σωμάτων ἀναστάσεως ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι ἐχρήσατο, πῶς οἱ καιόμενοι καὶ τεμνόμενοι ἀναστήσονται; ρκγʹ. Εἰ τὴν βασιλείαν τοῦ Ἰσραὴλ δόξαν καὶ τρυφὴν καὶ ἄνεσιν ἐπίγειον οἱ ἀπόστολοι ὑπέλαβον, διατί ὁ κύριος αὐτοὺς οὐ διωρθώσατο, ἀλλ' εἴρηκεν "οὐχ ὑμῶν ἐστι γνῶναι";