Ancient Greek
Page 10
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 10
Not analysed yet
ρβʹ. Εἰ πρὸ τῆς παραβάσεως Ἀδὰμ οὐδενὸς ἐθεάσατο θάνατον, πῶς ὃν οὐκ εἶδεν ἀπειληθέντα ἐδειλίασε; ργʹ. Τί διαφέρουσι πρὸς ἄλληλα τὰ παρὰ τῆς γραφῆς λεγόμενα κρίματα καὶ δικαιώματα καὶ μαρτύρια καὶ νόμος καὶ ἐντολαὶ δίδαξον. ρδʹ. Εἰ τὰ νῶτα τοῦ οὐρανοῦ πεφόρτωται ὕδασι διὰ τὴν πυρώδη τῶν φωστήρων οὐσίαν, πῶς ἀληθεύουσιν οἱ τοῦτο λέγοντες, τῶν φωστήρων οὐκ ἐν οὐρανῷ κτλ; ρεʹ. Εἰ ὡς βιβλίον ὁ οὐρανὸς εἱλίσσεται καὶ τὰ ἄστρα ὡς φύλλα ἐν τῇ βʹ παρουσίᾳ πίπτουσι, πῶς οὐ παντελὴς ἀπώλεια τοῦ στερεώματος δείκνυται; ρϛʹ Εἰ διὰ τὴν ἡμετέραν χρείαν ἡ κτίσις γέγονεν, ἡμεῖς δὲ ἄφθαρτοι ἀνιστάμεθα καὶ ἀνενδεεῖς, πῶς οὐκ ἄχρηστος ἡ τῆς κτίσεως ἀφθαρσία; ρζʹ. Εἰ τοῖς ἐν γνώσει καλῶς πραττομένοις ἀμοιβαὶ ἀποδίδονται, πῶς τὰ ἐπὶ Ἡρώδου ἀναιρεθέντα νήπια ἀμοιβῶν ἀπολαύσουσι; ρηʹ. Εἰ ἡ χάρις διὰ τὸ τὰ πταίσματα συγχωρεῖν λέγεται χάρις, πῶς μᾶλλον ἐν τῷ νόμῳ τοῦτο εὑρίσκεται, διὰ τῶν περιρραντηρίων τὰ πταίσματα καθαιρόμενοι; ρθʹ. Εἰ τὸν φοβούμενον ὁ κύριος ἀτελῆ ἐν τῇ ἀγάπῃ φησίν, πῶς πάλιν ὁ αὐτὸς λέγει "φοβήθητε δὲ μᾶλλον τὸν ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι δυνάμενον"; ριʹ. Εἰ τὰς τῶν ἀλόγων θυσίας ὁ θεὸς προσέταξε γίνεσθαι, ὥστε τὴν περὶ αὐτῶν τιμὴν δείκνυσθαι, πῶς οὐχ Ἕλληνες τιμιώτεροι ἀνθρώπους θύοντες; ριαʹ. Εἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν τῶν ὀρθοδόξων λατρείαν τὴν τῶν θαυμάτων χάριν δεδώρηται ὁ Χριστός, διατί αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες, ἡνίκα κτλ; ριβʹ. Εἰ μελέτῃ λογικὸς ἅπας τὴν γνῶσιν κομίζεται, γνώσεως δὲ νόμος τῶν μειζόνων προτάττειν τὰ ἥσσονα, πῶς ἡμεῖς ἀνακολούθως πρὸ τῶν ἡσσόνων κτλ;