Ancient Greek
Page 123
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 123
Not analysed yet
τίς δὲ ἡ διαφορὰ ἀμφοτέρων, τουτέστι τοῦ ἀναθεματισμοῦ καὶ τοῦ καταθεματισμοῦ, καὶ τί τὸ ὑπὸ θατέρου σημαινόμενον; Ἀπόκρισις. Ἀνάθεμα λέγεται ἢ τὸ ἀνακείμενον καὶ ἀφωρισμένον θεῷ καὶ εἰς κοινὴν χρῆσιν μηκέτι λαμβανόμενον, ἢ τὸ ἀπηλλοτριωμένον θεῷ διὰ κακίαν. κατάθεμα δέ ἐστι τὸ συνθέσθαι τοῖς ἀναθεματίζουσιν. ΡΛΓʹ. Ἐρώτησις. Εἰ τὸ ἀγαθὸν ἁπάντων ἐστὶ τὸ κάλλιστον καὶ τὸ κακυνόμενον τῶν ὄντων ἐστὶ [τὸ] χείριστον, καὶ ἀγαθὸς μέν ἐστιν ὁ θεός, κακυνόμενος δὲ ὁ ἄνθρωπος, πῶς οὐκ ἔστιν ὁ ἄνθρωπος ἁπάντων τὸ κάκιστον; οὐδενὸς γὰρ τῶν ὄντων ἑτέρου—οὐρανοῦ λέγω καὶ γῆς, ἀέρος, φωστήρων καὶ τῶν τοιούτων—δυναμένου κακύνεσθαι, μόνος ὁ ἄνθρωπος τὸ κακύνεσθαι κέκτηται. Ἀπόκρισις. Εἰ ἀνθρώπου ἕνεκεν ὅλα τὰ ὀνομασθέντα εἰσί, τὰ δὲ τίνος ἕνεκεν ὑπάρχοντα ἐλάττονα ἐκείνου ἐστί, κάλλιστος ἄρα ὁ ἄνθρωπός ἐστιν ὑπὲρ τὰ δι' αὐτὸν ὑπάρχοντα· εἰ δὲ καὶ αὐτὸ τὸ κακύνεσθαι συντελεῖ πρὸς τὴν βελτίωσιν ἀνθρώπου, κάλλιστός ἐστιν ὁ ἄνθρωπος καὶ κατὰ τοῦτο, ὑπὸ τῆς θείας προνοίας τοῖς κακωτικοῖς ἰατρευόμενος ἀπὸ τῆς ἰδίας γνωμικῆς αὐτοῦ κακίας. χρὴ δὲ τὸν βουλόμενον τὸν ἀγαθὸν ἄνθρωπον καταμαθεῖν πρὸς τὸ τέλος ἀποβλέπειν τὸ μετὰ τὴν ἀποβίωσιν ἀποκείμενον ἀνθρώπῳ· ἐκεῖνο γὰρ τῆς παρούσης ζωῆς ἐστιν ὁ καρπός, τουτέστι μακαριότης ἀτελεύτητος ἀντὶ τῆς ὀλιγοχρονίως κακυνομένης ζωῆς. ΡΛΔʹ. Ἐρώτησις. Εἰ τῆς ἑκάστου βιώσεως προγνώστης ὁ δεσπότης καθέστηκε, διατί μὴ τῶν εὐσεβῶν τὰς ψυχὰς ἐν σώμασιν εὐσθε-