Ancient Greek
Page 124
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 124
Not analysed yet
νέσιν εἰσῴκισεν; εἰ δὲ θησαυρίζων αὐτοῖς τὰς ἀμοιβὰς ἐν τοῖς μέλλουσιν, ἐν τοῖς παροῦσιν αὐτοῖς συνεχώρησε θλίβεσθαι, διατί μὴ πάντες ἐν ταῖς θλίψεσιν ὁμοίως οἱ εὐσεβεῖς ἐξετάζονται; ὥστε δῆλον ἐκ τούτου τὸν καλὸν καὶ τὸν δεινὸν διαδείκνυσθαι. εἰ δ' ἀμφότερα παρ' ἀμφοτέροις εὑρίσκεται, πῶς οὐκ ἄδηλος ὁ τὸ κρεῖττον ἑλόμενος; πῶς δὲ ὡς ἔτυχε τὰ πάντα φερόμενα ἀπρονόητα ἐν τῷ κόσμῳ οὐ δείκνυσιν, εὐσεβοῦς καὶ ἀσεβοῦς οὐκ οὔσης τινὸς διακρίσεως; Ἀπόκρισις. Οὐκ ἐβούλετο ὁ θεὸς τοῖς παροῦσιν ὑπὲρ ἀρετῆς τιμῆσαι τοὺς αὐτῷ ἀνακειμένους· τὰ γὰρ τῷ θανάτῳ τῶν εὐσεβῶν γνωριζόμενα οὐκ ἔστι μισθὸς ἀρετῆς. καὶ καθώσπερ λέγονται οἱ εὐσεβεῖς μὴ εἶναι ἐκ τοῦ κόσμου, οὕτως καὶ ἡ δόξα αὐτῶν καὶ ὁ πλοῦτος οὐκ ἔστι γήινα. ὅταν οὖν ὁρῶμεν προσόντα τοῖς εὐσεβέσιν ἃ πρόσεστι καὶ τοῖς ἀσεβέσιν, ἀναλογισώμεθα ἐκ τούτου μὴ εἶναι ἄξια τὰ παρόντα τῶν τῆς ἀρετῆς πόνων. καὶ εἰ φαίνεται θεὸς τοῖς ἀνθρώποις ποτὲ ὑψώσας τινὰς τῶν αὐτῷ ἀνακειμένων, ὡς τὸν Ἰωσὴφ καὶ τὸν Δαυίδ, ἀλλ' ὅμως οὐ τῆς ἀρετῆς αὐτῶν τούτοις ἀμειβόμενος, ἀλλὰ διὰ μὲν τοῦ Ἰωσὴφ τῆς τοῦ Ἰσραηλιτικοῦ γένους αὐξήσεως προνοούμενος, διὰ δὲ τοῦ Δαυὶδ τὴν τοῦ Ἰσραὴλ βασιλείαν συνεστήσατο. διαφέρουσι δὲ οἱ εὐσεβεῖς τῶν ἀσεβῶν ἐν τοῖς ὑλικοῖς τε καὶ σωματικοῖς οὐδαμῶς· πάντα γὰρ πρόσεστιν ἀμφοτέροις, τά τε ἡδέα καὶ τὰ λυπηρά· διαφέρουσι δὲ ἀλλήλων προηγουμένως μὲν τῇ τε ἐλπίδι τῶν μελλόντων καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας παθήμασιν, ἔπειτα δὲ καὶ ταῖς θείαις συμμαχίαις, ἐν αἷς πολλάκις περιβλέπτους τοὺς ἰδίους ἐποίησεν ὁ θεός, ποτὲ μὲν τὴν τῶν Αἰγυπτίων δυναστείαν καταλύων, ποτὲ δὲ τοὺς Χαναναίους τοῖς Ἰσραηλίταις ὑποτάσσων, ποτὲ δὲ τῶν Ἀσσυρίων τὸ θράσος κοιμίζων, ποτὲ δὲ τῶν Βαβυλωνίων καθαιρῶν τὴν βασιλείαν, ποτὲ δὲ δρόμον τε καὶ στάσιν παρὰ φύσιν προς-