Ancient Greek
Page 44
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 44
Not analysed yet
μωμένων καθεῖλε τὴν δυναστείαν, καθὼς ὁρᾶται τὰ πράγματα. ἔχοντες δὲ ἐν τούτοις τῆς τοῦ Χριστοῦ δυνάμεως τὰ γνωρίσματα, οὐ χρὴ λέγειν τὰ τοῦ Χριστοῦ θαύματα ἐν ψιλῇ κεῖσθαι διηγήσει. ΛΕʹ. Ἐρώτησις. Εἰ "ἐπαιδεύθη Μωυσῆς ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων καὶ ἦν δυνατὸς ἐν ἔργοις καὶ λόγοις", καθώς φησιν ἡ γραφή, πῶς ἀστρονομίαν καὶ γεωμετρίαν καὶ ἀστρολογίαν καὶ τὰ τούτοις ἑπόμενα <οὐ> μετῄει ὁ αὐτὸς μακάριος προφήτης; τῶν γὰρ Αἰγυπτίων τότε ἡ σοφία τὰ τῆς πλάνης ὑπῆρχε διδάσκουσα διδάγματα. διατί οὖν ἐπὶ τοιούτοις λόγοις ἢ ἔργοις θαυμάζεται; Ἀπόκρισις. Θαυμάζει τὸν προφήτην ἡ θεία γραφὴ ἐπὶ τῇ δυνάμει τῶν ἔργων καὶ τῶν λόγων, οὐχ ἕνεκεν τῶν λόγων καὶ τῶν ἔργων καθ' αὑτά· ἀνάξια γὰρ ἦν ἐκεῖνα καθ' αὑτὰ πρὸς τὰ ἐγκώμια τοῦ προφήτου· ἀλλ' ἐπειδὴ δι' ἑκατέρας μὲν περίβλεπτος ὑπῆρχε τοῖς Αἰγυπτίοις ὁ προφήτης, τῆς τε τοῦ λόγου παιδείας καὶ τῆς τοῦ βίου κοσμικῆς λαμπρότητος, ἀμφοτέρων δὲ τὴν εἰς θεὸν εὐσέβειαν προετίμησε, διὰ τοῦτο αὐτὸν ἐθαύμασεν ἡ γραφή. ἀστρονομία δὲ καὶ ἀστρολογία καὶ γεωμετρία παρ' Αἰγυπτίοις τότε χυδαῖά τε καὶ πεζὰ καὶ ἀγοραῖα μαθήματα λελόγιστο. τίμια δὲ ἦν παρ' αὐτοῖς τότε μαθήματα τὰ ἱερογλυφικὰ καλούμενα, τὰ ἐν τοῖς ἀδύτοις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς ἐγκρίτοις παραδιδόμενα· ὧν ὁ προφήτης, εἰ καὶ τὴν εἴδησιν εἶχεν, ἀλλ' οὐκέτι καὶ τὴν χρῆσιν, ὡς ἀντικειμένην τῇ κατὰ θεὸν πολιτείᾳ τῶν Ἑβραίων. δι' ἣν καταφρονήσας πάσης τῆς ἐν Αἰγύπτῳ βασιλικῆς δυναστείας τε καὶ τιμῆς εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ.