Ancient Greek
Page 45
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 45
Not analysed yet
Λϛʹ. Ἐρώτησις. Εἰ πάντα τὰ ὕδατα αἷμα ὑπὸ Μωσέως γέγονε, πῶς ἐπάγει ἡ γραφὴ τὸ "ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ ὡσαύτως οἱ τῶν Αἰγυπτίων"; ἢ γὰρ ψευδὲς τὸ πάντα γενέσθαι αἷμα ὑπὸ Μωυσέως τὰ ὕδατα, ἢ πάλιν τὸ τοὺς ἐπαοιδοὺς πεποιηκέναι ὡσαύτως. καὶ περὶ τῶν λοιπῶν τῶν κατ' αὐτοὺς θαυμάτων ὁ αὐτὸς λόγος. Ἀπόκρισις. Πάντων τῶν ὑδάτων τῶν ἐπάνω τῆς γῆς αἷμα γενομένων, ἠναγκάζοντο οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὀρύττειν φρέατα καὶ ἀντλεῖν ὕδωρ, ποτίζειν τε ἐξ αὐτοῦ ἑαυτούς τε καὶ τὰ ζῷα αὑτῶν καὶ τὰ θρέμματα. ἐκ τούτου οὖν τοῦ ὕδατος, τοῦ ἐκ τῶν φρεάτων ἀντλουμένου, ἐποίησαν οἱ ἐπαοιδοὶ τὸ αἷμα, καὶ οὐδαμῶς διέψευσται ὁ λόγος. καὶ τὰ μὲν ὑπὸ Μωσέως γενόμενα θαύματα, ἅτε κατὰ τὴν θείαν γεγενημένα ἐνέργειαν, κατὰ μεταβολὴν γεγένηται φύσεως, τοῦ προκειμένου εἰς τὴν φύσιν τοῦ ἐκτελουμένου μεθισταμένου. τὰ δὲ ὑπὸ τῶν ἐπαοιδῶν γενόμενα κατὰ τὴν ἐνέργειαν ἐγένοντο τῶν δαιμόνων, τῶν φαντασάντων τὰς ὄψεις τῶν ὁρώντων τὸν μὴ ὄφιν ὁρᾶν ὡς ὄφιν καὶ τὸ μὴ αἷμα ὡς αἷμα καὶ τοὺς μὴ βατράχους ὡς βατράχους. ΛΖʹ. Ἐρώτησις. Εἰ ἐναντία ἑαυτῷ Μωυσῆς οὐκ ἐδίδασκε, τὰ μὲν ὀστέα τοῦ Ἰωσὴφ ἐπαγόμενος, τὸν δὲ ἁπτόμενον νεκροῦ ὡς ἀκάθαρτον μυσαττόμενος, καὶ εἰ ἦν τις ἄλογος περὶ τούτων αἰτία, ταύτην μὲν νυνὶ μάθωμεν· τίνος δὲ ἕνεκεν ἡ γραφὴ οὐκ εἶπε δι' ἣν αἰτίαν ἐκεῖνα ποιῶν Μωυσῆς ταῦτα ἐδίδασκεν; Ἀπόκρισις. Ἐπειδὴ τελευτῶν Ἰωσὴφ περὶ τῆς μετακομιδῆς τῶν ὀστέων αὑτοῦ ὥρκισε τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἦν ἀμφό-