Ancient Greek
Page 64
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 64
Not analysed yet
τοῖς ἑαυτὸν κατέστησεν· ἀλλ' ἐκ διαλείμματος ἀμφότερα ἐποιεῖτο, καὶ τὸ ὁρᾶσθαι αὐτοῖς καὶ τὸ μὴ ὁρᾶσθαι. ΞΒʹ. Ἐρώτησις. Τίς ἡ ἀπόδειξις τοῦ μόνα δύο θηρία τε καὶ κτήνη, ἄρρεν καὶ θῆλυ, ἐν τῇ κοσμοποιίᾳ παρῆχθαι; ἐπειδὴ τοῦτό τινες τῶν εὐσεβῶν εἰρήκασι πρὸς σύστασιν τοῦ μὴ ἐξ ἀλόγων δορᾶς τοὺς δερματίνους χιτῶνας τοῖς πρώτοις ἀνθρώποις ὑπὸ τοῦ θεοῦ δεδόσθαι. Ἀπόκρισις. Εἰ ἐν ἑκάστῳ γένει ἔστι τινὰ γεναρχῆ, καὶ τὰ μὲν γεναρχῆ εἰσιν ἔργα τοῦ θεοῦ, τὰ δὲ ὑπὸ τὰ γεναρχῆ εἰσιν ἔργα φύσεως. διὰ σπορᾶς καὶ γεννήσεως ὑφεστῶτα, δῆλον ὅτι ἑκάστου γένους *πλὴν τῆς μιᾶς ζυγῆς ἑκάστου γένους ἀρρενοθήλεος οὐκ ἐποίησεν ὁ θεός. χιτῶνας δὲ δερματίνους ἐποίησεν ὁ θεὸς οὐκ ἀνθρωπίνως, ἀλλὰ δημιουργικῶς· οὐ γὰρ ζῷα σφάξας καὶ τούτων τὰ δέρματα συρράψας χιτῶνας ἐποίησεν, ἀλλ' αὐτοὺς χιτῶνας τοὺς δερματίνους ἐδημιούργησεν. ἀλλ' ἴσως ἐρεῖ τις ὅτι, εἰ ἐδημιούργησεν ὁ θεὸς τοὺς δερματίνους χιτῶνας μετὰ ἑπτὰ ἡμέρας τῆς δημιουργίας, πῶς λέγει ἡ γραφή, ὅτι "κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων ᾧ ἤρξατο ποιεῖν"; γινωσκέτω ὁ τοῦτο λέγων, ὅτι ὧν ἤρξατο ποιεῖν κατέπαυσε τὴν ποίησιν, τουτέστι τοῦ ποιεῖν τὰ μὴ ὄντα· τὰ δὲ δέρματα, ἃ νῦν ποιεῖ, οὐ νῦν ἄρχεται ποιεῖν, ἀλλ' ἐν τῇ ποιήσει τῶν ζῴων καὶ τὰ δέρματα αὐτῶν ἐγένοντο πάλαι. κατὰ ταῦτα δὲ καὶ τὸ "ἔπλασεν ἔτι κύριος ὁ θεὸς ἀπὸ τῆς γῆς πάντα τὰ κτήνη καὶ τὰ θηρία τῆς γῆς καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ" καὶ τὰ ἑξῆς· τὸ γὰρ "ἔτι" τὴν δευτέραν σημαίνει τούτων γένεσιν.