Ancient Greek
Page 65
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 65
Not analysed yet
ΞΓʹ. Ἐρώτησις. Ἐπειδὴ πάλαι μὲν οἱ παῖδες, νῦν δὲ ἡμεῖς ὑμνοῦντες τῇ ὡσαννὰ φωνῇ καὶ τῇ τοῦ ἀλληλούια κεχρήμεθα, τίς ἐστιν ἡ τούτων ἑρμηνεία; Ἀπόκρισις. Ἑρμηνεία ἐστὶ τοῦ μὲν ἀλληλούια τὸ "ὑμνήσατε μετὰ μέλους τὸ ὅν", τοῦ δὲ ὡσαννὰ "μεγαλωσύνη ὑπερκειμένη". ΞΔʹ. Ἐρώτησις. Εἰ ἄτρεπτον τὸν θεῖον, πῶς βλασφημούμενον καὶ εὐφημούμενον τὰς ἀμοιβὰς ἀμφοτέροις τῆς ἑκατέρων πράξεως πολλάκις ἀξίας ἀντέδωκεν; Ἀπόκρισις. Μένων ὁ θεὸς ἐν τῇ οἰκείᾳ αἰσθήσει τε καὶ δικαιοσύνῃ ἀτρέπτως ἑκάστῳ τὸ κατ' ἀξίαν ἀποδίδωσιν, οὐ νῦν κατὰ παρατροπὴν τοῦτο ποιεῖν εὑρών, ἀλλ' ἀεὶ ἐσχηκὼς καὶ ἔχων τὸ ἐν τούτοις ἄτρεπτον· τὸ δὲ ἐν ἴσῃ τάξει ἔχειν τοὺς βλασφήμους καὶ τοὺς εὐχαρίστους ἀναισθησίας ἦν ἢ ἀδικίας, ἅπερ ἐστὶ θεοῦ ἀλλότρια. ΞΕʹ. Ἐρώτησις. Εἰ εὐσεβεῖ ζήλῳ κινούμενος ὁ Σαοὺλ τὰς ἐγγαστριμύθους ἀνεῖλε, διατί συνηλάθη, ὥστε παρ' ἐγγαστριμύθου ζητῆσαι πρόρρησιν; καὶ εἰ τῷ ὄντι ἐκείνη τὸν Σαμουὴλ ἀνήγαγεν, ἐπειδὴ τοῦτο φησὶν ἡ γραφή; καὶ ὅτι ἀληθεύει μὲν αὕτη, τὸ δὲ πρᾶγμα ἀσεβὲς δῆλον. Ἀπόκρισις. Ὁ ζήλῳ θείῳ ποιῶν τι, οὗτος οὐ θεομαχεῖ. ὑπόνοιαν δὲ ὁ Σαοὺλ ἐσχηκὼς εἰς τὸν Δαυίδ, ὡς ὅτι εἰς αὐτὸν μετέθηκεν ὁ θεὸς τὴν βασιλείαν, παντοίως ἐμηχανᾶτο ἀναιρεῖν τὸν Δαυίδ, ἵνα εἰς ἔργον μὴ ἐκβῇ ἡ ἐπ' αὐτὸν θεία ψῆφος. ἀνεῖλε δὲ τὰς ἐγγαστριμύθους, τούτῳ προσδοκήσας διαλλάξαι τὸν