Ancient Greek
Page 7
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 7
Not analysed yet
παρ' αὐτῶν ἐζήτει πρόρρησιν, καὶ εἰ τῳόντι ἐκείνη τὸν Σαμουὴλ ἀνήγαγε; ξϛʹ. Εἰ ἄρρεν καὶ θῆλυ χάριν παιδοποιίας ἐκτίσθη, ταύτης ἐν τῇ ἀναστάσει οὐ γινομένης, ἆρα ἀνιστάμενοι οἱ ἄνθρωποι τὴν τῶν παιδογόνων ἔχουσι μορίων διάπλασιν; ξζʹ. Εἰ τὴν παράβασιν καὶ τὴν μέλλουσαν τιμωρίαν ὁ Μωσῆς τῷ λαῷ προεφήτευσε, διατί μετ' ᾠδῆς αὐτὰ ἔλεγεν; ξηʹ. Εἰ χρήσιμος καὶ ἀναγκαία ἐστὶν ἡ ἰατρικὴ ἐπιστήμη, διατί μὴ ὑπὸ εὐσεβῶν, ἀλλ' ὑπὸ ἐναντίων ἡ ταύτης γεγένηται εὕρεσις; ξθʹ. Εἰ τὰ τελευτῶντα βρέφη ἔπαινον ἢ ψόγον οὐκ ἔχουσι, τίς ἡ διαφορὰ ἐν τῇ ἀναστάσει τῶν βαπτισθέντων καὶ μὴ βαπτισθέντων; οʹ. Εἰ δύο οὐρανῶν ὁ Μωσῆς διδάσκει γένεσιν, πῶς ἡ γραφὴ πλείονας οὐρανοὺς μέμνηται; οαʹ. Εἰ πάντων τελείαν πρόγνωσιν ἔχει ὁ Χριστός, πῶς οὐκ ἔστιν αἴτιος τῆς τοῦ Ἰούδα προδοσίας καὶ τῆς τοῦ Πέτρου ἀρνήσεως; οβʹ. Εἰ ἐν τῇ νυκτὶ ὁ ἥλιος ἀποκρύπτεται, πῶς οὐ σφαῖρα ὁ οὐρανὸς δείκνυται; ογʹ. Εἰ διὰ τὸ σφαῖραν ὄντα κινεῖσθαι τὸν οὐρανὸν ἐν τόπῳ ἐστί, πῶς διὰ τὸ καμάραν πεπῆχθαι, ἢ ὡς δέρριν ἐκτετάσθαι, οὐκ ἐν τόπῳ ἐστίν; οδʹ. Εἰ ἡ διαφορὰ κατὰ τὰς μορφὰς χρήσιμος ἐνταῦθα διὰ τὰς χρείας καὶ τὰ συναλλάγματα, πῶς ἐν τῇ ἀναστάσει οὐκ ἄχρηστος αὕτη; οεʹ. Εἰ μόνος ἀθάνατος ὁ θεός, πῶς ἄληθες τὸ "πάντες μὲν οὐ κοιμηθησόμεθα"; οϛʹ. Ἐν τῇ δʹ ἡμέρᾳ οἱ φωστῆρες ἐγένοντο καὶ ἐξ αὐτῶν ὁ ἀριθμὸς τῶν ἡμερῶν συνίσταται. οζʹ. Πῶς ἆρα δεῖ νοεῖν τὸ "ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ"; δίδαξον. οηʹ. Εἰ ὥσπερ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους γʹ ἡμέρας,