Ancient Greek
Page 8
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 8
Not analysed yet
οὕτω καὶ ὁ κύριος ἐν τῇ γῇ, πῶς οὐ δοκήσει ὁ θάνατος αὐτοῦ γέγονε; οθʹ. Ἐπειδή τινες τὴν τοῦ κυρίου παράδοσιν τῇ τετράδι λέγουσι γεγονέναι, τίς ἡ ἀπόδειξις τῆς ἡμέρας, ἐν ᾗ ἡ παράδοσις γέγονε; πʹ. Εἰ μὴ τὸ αἷμα τοῦ ἀνθρώπου ἐστὶν ἡ ψυχή, διατί ἐκχυθέντος ἐκείνου τὸ ζῷον ἀπόλλυται; παʹ. Διατί ὁ ζʹ ἀριθμὸς ἐναλλαγὴν δέχεται; καὶ γὰρ ἐν σαββάτῳ ὡς τὰ πολλὰ ὁ ἀὴρ μεταβάλλεται καὶ ἡ τοῦ ἀνθρώπου ἡλικία ἐν τούτῳ τῷ ἀριθμῷ λαμβάνει κτλ. πβʹ. Εἰ τὸ χαίρειν καὶ γαυριᾶν ἐν τοῖς χαρίσμασιν ἀπηγόρευται ὡς ὑπερηφανίας ποιητικόν, πῶς οὐκ ἀνωφελῆ τὰ χαρίσματα; πγʹ. Ἐπειδὴ τὴν τοῦ κόσμου σύστασιν ͵ϛ ἔτη πολλοὶ λέγουσιν, εἰ ἀληθές ἐστι δίδαξον. πδʹ. Εἰ τότε ἄφθονος ἕκαστος δείκνυται, ὅτε τοῖς πλησίον εὖ ποιεῖ, πῶς οὐ φθονερὸς ὁ θεός, πάντας δυνάμενος ποιῆσαι θεοὺς καὶ μὴ ποιήσας; πεʹ. Εἰ τὸ καλὸν ὅτε συγκρίνεται τῷ κακῷ, φαίνεται καλόν, καλὸν δὲ ὁ κόσμος, κακὸν δῆλον ὅτι ὁ μὴ κόσμος. πϛʹ. Εἰ διὰ τὸ νενικῆσθαι τὸν ἑλληνισμὸν ὑπὸ τοῦ χριστιανισμοῦ ἐλπίδα οὐκ ἔχει ὁ ἑλληνισμὸς ἀνακλήσεως, πῶς πάλαι ὑπὸ τοῦ ἑλληνισμοῦ κτλ; πζʹ. Εἰ ἕως τῆς τῶν σωμάτων ἀναστάσεως ἡ ψυχὴ τῶν πρακτέων τὰς ἀμοιβὰς οὐ κομίζεται, ἐν ποίᾳ ἆρα ταύτης ἐξετάζεται καταστάσει μέχρι τῆς ἀναστάσεως; πηʹ. Καὶ εἰ οὐκ ἔστι πρὸ τῆς ἀναστάσεως τῶν ἔργων ἀντίδοσις, ποῖον τῷ λῃστῇ προσγέγονεν ὄφελος εἰς τὸν παράδεισον, αὐτοῦ τῆς ψυχῆς εἰσαχθείσης; πθʹ. Εἰ τῇ συνεργίᾳ τῶν τοῦ σώματος αἰσθήσεων τῶν αἰσθητῶν ἡ ψυχὴ λαμβάνει τὴν αἴσθησιν, πῶς οὐκ ἀναισθητεῖ ἡ ψυχὴ χωρισθεῖσα τὴν αἴσθησιν;