Ancient Greek
Page 73
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 73
Not analysed yet
οὔτε ἱστορία, εἴ γε ἡ μὲν παραβολή ἐστι λόγος ὁμοιότητα περιέχων τοῦ γεγονότος πράγματος πρὸς τὸ ἐσόμενον, ἱστορία δὲ λόγος διήγησιν περιέχων τοῦ ἤδη γεγονότος πράγματος· οὔτε γὰρ πρὸ τῆς ἀναστάσεως τῶν ἑκάστῳ βεβιωμένων ἡ ἀνταπόδοσις γίνεται, οὔτε μετὰ τὴν ἀνάστασιν ἀληθὲς τὸ "ἔχουσι Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν". ἔστι δὲ τὸ περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου διήγημα ὑποτύπωσις λόγου διδασκαλίαν ἔχοντος τοῦ μὴ δύνασθαι μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς κατὰ πρόνοιάν τινα ἢ σπουδὴν ὠφελείας τινὸς τυχεῖν τοὺς ἀνθρώπους. ΟΕʹ. Ἐρώτησις. Εἰ μόνος ἀθάνατός ἐστιν ὁ θεός, κατὰ τὸν ἀπόστολον, πῶς ἀληθὲς κατ' αὐτὸν τὸ "πάντες μὲν οὐ κοιμηθησόμεθα"; Ἀπόκρισις. Μόνος ἔχων τὴν ἀθανασίαν λέγεται ὁ θεός, ὅτι οὐκ ἐκ θελήματος ἄλλου ταύτην ἔχει, καθάπερ οἱ λοιποὶ πάντες ἀθάνατοι, ἀλλ' ἐκ τῆς οἰκείας οὐσίας. Οϛʹ. Ἐρώτησις. Εἰ τῇ τετάρτῃ ἡμέρᾳ τῶν φωστήρων ἡ ποίησις γέγονεν, ἐξ αὐτῶν δὲ ὁ ἀριθμὸς τῶν ἡμερῶν συνίσταται, πῶς αἱ πρὸ τῆς παραγωγῆς τῶν φωστήρων τρεῖς ἡμέραι ἀμφίβολον τὸν μετὰ τὴν παραγωγὴν τῶν φωστήρων ἀριθμὸν οὐ δεικνύουσιν; Ἀπόκρισις. Ἐκ τῆς παραγωγῆς τοῦ φωτὸς ὁ διαμερισμὸς γέγονε φωτὸς καὶ σκότους, καὶ ἐκ τοῦ διαμερισμοῦ φωτὸς καὶ σκότους ἡ ἡμέρα καὶ ἡ νὺξ ὑπέστη. ὅθεν δῆλον ὅτι πρὸ τῆς τῶν φωστήρων ποιήσεως ἡ κατὰ τὸν ὅρον τοῦ θεοῦ ἐπικράτεια φωτὸς ἐποίει τὴν ἡμέραν καὶ ἡ ἐπικράτεια τοῦ σκότους τὴν νύκτα. γενομένων δὲ τῶν φωστήρων ἐτάχθησαν ἐξουσιάζειν ὃ μὲν τοῦ