Ancient Greek
Page 74
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 74
Not analysed yet
φωτὸς καὶ τῆς ἡμέρας, ὃ δὲ τοῦ σκότους καὶ τῆς νυκτός· ὁ γὰρ δημιουργὸς τὸ φῶς μετὰ τῆς ὡρισμένης αὐτοῦ ἐπικρατείας τῷ μείζονι τῶν φωστήρων ἀπεκλήρωσε· καὶ τοιαύτας ἡμέρας, ἃς νῦν ποιεῖ τὸ φῶς μετὰ τοῦ φωστῆρος, ἐποίει καὶ πρὸ τῆς ποιήσεως τῶν φωστήρων, κατὰ τὸν ὅρον τοῦ θεοῦ τοῦ τὴν ἐπικράτειαν αὐτοῦ ὁρίσαντος δωδεκάωρον· ἐκεῖνος γὰρ ὁ ὅρος καὶ νῦν ἐπείγει τὸν ἥλιον πρὸς τὴν ἐξ ἀρχῆς ἔμμετρον δωδεκάωρον κίνησιν. ΟΖʹ. Ἐρώτησις. Ἐπειδὴ διαφόρως τινὲς ἡρμήνευσαν καὶ ἀσαφῶς τὸ "ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ", τὴν σαφήνειαν αὐτοῦ δίδαξον. Ἀπόκρισις. Εἴπομεν ἐν τοῖς ἀνωτέρω, ὅτι οὐρανοὺς οἶδεν ἡ θεία γραφὴ καλεῖν ἢ τοὺς κατ' οὐσίαν, ὡς τὸν πρῶτον οὐρανὸν καὶ τὸ στερέωμα, ἢ τοὺς κατὰ τὰ ἐν τῷ ἀέρι διαστήματα. τὸ οὖν "ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ", ἵνα εἴπῃ τοὺς οὐρανοὺς ἔθετο σκήνωμα τοῦ ἡλίου· ἡ γὰρ ἐκ τῆς τῶν Ἑβραίων γλώττης εἰς τὴν τῶν Σύρων γλῶτταν μεταγωγὴ τῆς λέξεως οὕτω γεγένηται· "ἐν αὐτοῖς ἔθετο τοῦ ἡλίου τὸ σκήνωμα". δηλοῖ δὲ δι' ἑτέρου ψαλμοῦ ὁ προφήτης Δαυὶδ αὐτὸ τοῦτο, καὶ φησίν "ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν"· ἡ γὰρ ἔκτασις τῶν δέρρεων τὴν σκηνὴν ἀποτελεῖ. τῇ ποικιλίᾳ οὖν τῶν οὐσιῶν καὶ τῇ διαφορᾷ τῶν χρειῶν δείκνυσιν αὐτοὺς εἶναι γενητούς· ἡ γὰρ ἀγένητος φύσις πρὸς τὴν ἀγένητον φύσιν κατὰ τὴν φύσιν οὐκ ἔχει διαφοράν, τὸ δὲ καὶ χρείας ἕνεκεν εἶναι τοιόνδε ἢ τοιόνδε ἀλλότριόν ἐστι τῆς ἀγενήτου φύσεως. ΟΗʹ. Ἐρώτησις. Εἰ "ὥσπερ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τὸ τριήμερον, οὕτως καὶ ὁ κύριος ἐν τῇ καρδίᾳ τῆς γῆς", πῶς οὐ