Ancient Greek
Page 75
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 75
Not analysed yet
δοκήσει τοῦ κυρίου ὁ θάνατος γέγονεν; Ἰωνᾶς γὰρ μὴ θανὼν ἐνομίσθη τεθνάναι. εἰ δὲ κατὰ ἀλήθειαν ὁ κύριος τοῦ θανάτου ἐγεύσατο, πῶς τὸ κατὰ τὸν Ἰωνᾶν ὑπόδειγμα οὐ διέψευσται; Ἀπόκρισις. Οὐ τὸν θάνατον τῷ θανάτῳ συμπαρέβαλεν, ἀλλὰ τὴν τριήμερον ἐν τῷ τάφῳ παραμονὴν τοῦ σωτῆρος τῇ τριημέρῳ ἐν τῷ κήτει παραμονῇ τοῦ Ἰωνᾶ. ἄλλως δέ, εἰ κατὰ πάντα ὅμοια ἦν τὰ κατὰ τὸν Ἰωνᾶν τοῖς κατὰ τὸν σωτῆρα, οὐκέτι ἐδύνατο ἐκεῖνα τούτων εἶναι τύποι ἢ εἰκόνες. χρὴ οὖν τὴν ἀλήθειαν πλέον τι τοῦ τύπου ἔχειν, κατὰ τὸ εἰρημένον "πλέον τοῦ Ἰωνᾶ ὧδε". ὑπόδειγμα δὲ ἀψευδὲς νοεῖται τὸ κατὰ τὸν Ἰωνᾶν τοῦ κατὰ τὸν σωτῆρα τοῦτον τὸν τρόπον· ὅτι, ὥσπερ ὁ Ἰωνᾶς σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς καταστροφῆς τῶν Νινευιτῶν τὴν τριήμερον ἐκ τοῦ κήτους ἀναγωγήν, οὕτω καὶ ὁ σωτὴρ σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς βασιλείας τῶν οὐρανῶν τὴν τριήμερον ἐκ τοῦ τάφου ἀνάστασιν. ΟΘʹ. Ἐρώτησις. Ἐπειδή τινες τὴν τοῦ κυρίου παράδοσιν τῇ τετράδι λέγουσι γεγονέναι, ἐκ τῆς ποσότητος τοῦτο τῶν τότε πραχθέντων στοχαζόμενοι, τίς ἡ ἀπόδειξις τῆς ἡμέρας, ἐν ᾗ ἡ παράδοσις γέγονεν; Ἀπόκρισις. Ἀπόδειξις τοὺ μὴ τῇ τετράδι, ἀλλὰ τῇ πέμπτῃ παραδεδόσθαι τὸν κύριον, αὕτη ἐστίν. ἐν τῇ νυκτί, ἐν ᾗ παρεδόθη, ἐν ταύτῃ ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων ἐκρίθη καὶ κατεκρίθη· τῷ πρωὶ δὲ ἐχομένῳ τῆς νυκτὸς ταύτης παρέδωκαν αὐτὸν τῷ Πιλάτῳ. ἐν ᾗ δὲ ἡμέρᾳ παρέλαβεν αὐτὸν ὁ Πιλᾶτος, ἐν ταύτῃ αὐτὸν καὶ ἐσταύρωσε. παραλαβὼν δὲ αὐτὸν τῷ πρωὶ τῆς παρασκευῆς ἐσταύρωσεν αὐτόν. οὐ χρὴ οὖν ταῖς γραφικῶς ὡρισμέ-