Ancient Greek
Page 82
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 82
Not analysed yet
νισμὸς καὶ προσδοκήσας ἐν αὐταῖς ἄλυτον φυλάττειν ἑαυτόν, τὸν μὲν ἑλληνισμὸν ἔλυσαν, τὸν δὲ χριστιανισμὸν ἔστησαν κατὰ κράτος. ΠΖʹ. Ἐρώτησις. Εἰ ἕως τῆς τῶν σωμάτων ἐγέρσεως ἡ ψυχὴ τῶν πρακτέων τὰς ἀμοιβὰς οὐ κομίζεται, ἐν ποίᾳ ἆρα ταύτῃ ἐξετάζεται καταστάσει μέχρι τῆς ἀναστάσεως; Ἀπόκρισις. Οὐχ ἣν ἔχουσιν αἱ ψυχαὶ ἐπὶ τοῦ παρόντος κατάστασιν, ταύτην ἔχουσι καὶ μετὰ τὴν τοῦ σώματος ἔξοδον. ἐνταῦθα μὲν τὰ τῆς φύσεως πάντα κοινὰ ὑπάρχει, δικαίων τε καὶ ἀδίκων, καὶ οὐδεμία ἐστὶν ἐν αὐτοῖς διαφορὰ κατὰ τοῦτο, οἶον τὸ γεννᾶσθαι καὶ τὸ ἀποθνήσκειν, τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, τὸ πλουτεῖν καὶ τὸ πένεσθαι καὶ τὰ ἄλλα τὰ τούτοις ὅμοια. μετὰ δὲ τὴν ἐκ τοῦ σώματος ἔξοδον εὐθὺς γίνεται τῶν δικαίων τε καὶ τῶν ἀδίκων ἡ διαστολή· ἄγονται γὰρ ὑπὸ τῶν ἀγγέλων εἰς ἀξίους αὐτῶν τόπους, αἱ μὲν τῶν δικαίων ψυχαὶ εἰς τὸν παράδεισον, ἔνθα συντυχία τε καὶ θέα ἀγγέλων τε καὶ ἀρχαγγέλων, κατ' ὀπτασίαν δὲ καὶ τοῦ σωτῆρος Χριστοῦ, κατὰ τὸ εἰρημένον "ἐκδημοῦντος ἐκ τοῦ σώματος καὶ ἐνδημοῦντος πρὸς τὸν κύριον"· αἱ δὲ τῶν ἀδίκων ψυχαὶ εἰς τοὺς ἐν τῷ ᾍδῃ τόπους, κατὰ τὸ εἰρημένον περὶ τοῦ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος· "ὁ ᾍδης κάτωθεν ἐπικράνθη συναντήσας σοι" καὶ τὰ ἑξῆς. καὶ εἰσὶν ἐν τοῖς ἀξίοις αὐτῶν τόποις φυλαττόμενοι ἕως τῆς ἡμέρας τῆς ἀναστάσεως καὶ ἀνταποδόσεως. ΠΗʹ. Ἐρώτησις. Καὶ εἰ, καθὼς ἔφης, πρὸ τῆς ἀναστάσεως οὐκ ἔστι τῶν ἔργων ἀντίδοσις, ποῖον τῷ λῃστῇ προσγέγονεν ὄφε-