Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.581
Not analysed yet
γὰρ καὶ λυθεῖσαν τὴν τοῦ Θεοῦ χειροτονίαν. Εἰς βεβαίωσιν δὲ τῶν λόγων ἐπέδειξε τὸ πτερύγιον· ἵνα γνοὺς τὴν φιλοσοφίαν αἰδεσθῇ τὴν εὐεργεσίαν. Τοῦτο γὰρ καὶ εἶπε· «Γνῶθι καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστιν ἐν τῇ χειρί μου κακία, οὐδὲ ἀθέτησις, οὐδὲ ἀσέβεια· καὶ οὐχ ἥμαρτον εἰς σέ.» ΕΡΩΤ. ΝΖʹ. Πῶς νοητέον, «Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια, καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ;» Τὰ καθ' ἑαυτὸν τῆς θείας ἐξήρτησε κρίσεως. Εἶπε γὰρ, «Κρίναι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· ἡ δὲ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. Εἶτα προσέθηκε τὴν παραβολήν. Δηλοῖ δὲ αὕτη, ὡς τῶν παρανόμων τὸ ἁμαρτάνειν, τῶν δὲ φιλοσοφεῖν πεπαιδευμένων τὸ φέρειν τὰ πλημμελούμενα. Ἀμέτρῳ δὲ κεχρημένος μετριότητι, «τεθνηκότα κύνα, καὶ ψύλλαν» ἑαυτὸν ὀνομάζει· ὅπως τῇ τῆς ταπεινότητος ὑπερβολῇ τὴν ἀτεράμονα καταμαλάξῃ καρδίαν. Αὐτίκα γοῦν πληγεὶς ἐκεῖνος ὡμολόγησε τὴν εὐεργεσίαν. Εἶπε γὰρ πρὸς Δαβὶδ, «Δίκαιος σὺ ὑπὲρ ἐμέ· ὅτι σὺ μὲν ἀνταπέδωκάς μοι ἀγαθά· ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά.» Καὶ τὰ ἑξῆς δὲ τοὺς ἐπαίνους ἔχει, καὶ μετὰ τοὺς ἐπαίνους, τῆς βασιλείας αὐτῷ προσημαίνει τὸ κράτος. «Γινώσκω γὰρ, ἔφη, ὅτι βασιλεύων βασιλεύσεις, καὶ στήσεται ἡ βασιλεία Ἰσραὴλ ἐν χειρί σου.» Ἠξίωσε δὲ ἧς ἀπήλαυσε κηδεμονίας καὶ τὸ γένος τυχεῖν. «Ὄμοσον γάρ μοι, φησὶ, κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου· καὶ μὴ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Καὶ ὤμοσε Δαβὶδ τῷ Σαούλ.» Τοσαύτη ἡ τῆς κακίας ἀσθένεια. Ὁ τοσούτων μυριάδων ἡγούμενος, καὶ φυγάδα παρεκάλει, καὶ ὁ μετὰ πλήθους στρατεύων τὸν ἀποδιδράσκοντα μεταδοῦναι οἷ φιλανθρωπίας ἱκέτευε. ΕΡΩΤ. ΝΗʹ. Ὁ τοσαύτην ἐν τοῖς κατὰ τὸν Σαοὺλ ἐπιδείξας μακροθυμίαν, τί δήποτε τὸν Νάβαλ ἀνελεῖν ἐπειράθη; Πολλῆς καὶ οὗτος εὐεργεσίας ἀπήλαυσε. Συνδιατρίβων γὰρ τοῖς τούτου ποιμέσιν ἐν τῇ ἐρήμῳ, οὐ μόνον τοὺς οἰκείους ἀφελεῖν τι τῶν ἐκείνῳ προσηκόντων ἐκώλυσεν· ἀλλὰ καὶ τὰς ἑτέρωθεν ἐπιγινομένας διεσκέδασε βλάβας. Τοῦτο γὰρ οἱ ποιμένες τὴν Ἀβιγαίαν ἐδίδαξαν, ὅτι «Ἀγαθοὶ ἡμῖν οἱ ἄνδρες