Ancient Greek
Page 101
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 101
Not analysed yet
III Πόθεν ἔγνω τοῦ Φαραὼ ἡ θυγάτηρ, ὅτι ἑβραῖον ἦν τὸ παιδίον; Ἡ περιτομὴ τοῦτο δεδήλωκεν. ἐντεῦθεν δῆλον, ὡς αἰγύπτιοι κατ' ἐκεῖνον οὐ περιετέμνοντο τὸν καιρόν· ὕστερον δὲ τοὺς ἑβραίους ζηλώσαντες τὸν τῆς περιτομῆς ἠσπάσαντο νόμον. ὅθεν καὶ διὰ Ἱερεμίου ἔφη ὁ τῶν ὅλων Θεός· «ἐπισκέψομαι ἐπὶ πάντας περιτεμνομένους ἀκροβυστίαν αὐτῶν, ἐπ' Αἴγυπτον καὶ ἐπὶ υἱοὺς Ἐδώμ», καὶ τὰ ἑξῆς. IV Διὰ τί ἀλλόφυλον γυναῖκα ἔγημεν ὁ Μωϋσῆς; Τύπος ἦν τοῦ δεσπότου Χριστοῦ, ὃς ἐξ ἰουδαίων κατὰ σάρκα βεβλαστηκώς, τὴν ἐξ ἐθνῶν ἐκκλησίαν νύμφην ἑαυτοῦ προσηγόρευσεν. V Τινές φασιν ἄγγελον ὀφθῆναι τῷ Μωϋσῇ ἐν τῷ βάτῳ Ἡ ἀνάγνωσις τοῦ χωρίου τὸν ὀφθέντα δηλοῖ· «ὤφθη, γάρ φησιν, αὐτῷ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βατοῦ». καὶ μετ' ὀλίγα· «ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν Κύριος ἐκ τοῦ βάτου». καὶ πάλιν μετὰ βραχέα· «καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ». καὶ εὐθὺς ἐπήγαγεν· «ἀπέστρεψε δὲ Μωϋσῆς τὸ πρόσωπον αὐτοῦ· ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώ-