Ancient Greek
Page 102
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 102
Not analysed yet
πιον τοῦ Θεοῦ». καὶ ἐπισυνῆψεν· «ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἤκουσα», καὶ τὰ ἑξῆς. καὶ αὖθις· «ἐγώ εἰμι ὁ ὤν· τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς». καὶ ὅλον δὲ τὸ χωρίον δείκνυσι Θεὸν ὄντα τὸν ὀφθέντα. κέκληκε δὲ αὐτὸν καὶ ἄγγελον, ἵνα γνῶμεν ὡς ὁ ὀφθεὶς οὐκ ἔστιν ὁ Θεὸς καὶ πατήρ· τίνος γὰρ ἄγγελος ὁ πατήρ; ἀλλ' ὁ μονογενὴς υἱός, ὁ «μεγάλης βουλῆς ἄγγελος», ὁ τοῖς ἱεροῖς μαθηταῖς εἰρηκώς· «πάντα ὅσα ἤκουσα παρὰ τοῦ πατρός μου δεδήλωκα ὑμῖν». ὥσπερ δὲ τὸ ἄγγελος ὄνομα τέθεικεν, οὐχ ὑπουργίαν τινὰ σημαίνων, ἀλλὰ τοῦ μονογενοῦς ἐμφαίνων τὸ πρόσωπον· οὕτω πάλιν αὐτοῦ καὶ τὴν φύσιν καὶ τὴν ἐξουσίαν κηρύττει, λέγων αὐτὸν εἰρηκέναι· «ἐγώ εἰμι ὁ ὤν, καὶ ἐγὼ ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ· τοῦτό μοι ὄνομα αἰώνιον, καὶ μνημόσυνον γενεῶν γενεαῖς». ταῦτα δὲ καὶ τὴν θείαν οὐσίαν δηλοῖ, καὶ τὸ αἰώνιον καὶ τὸ ἀΐδιον δείκνυσιν. VI Τί δηλοῖ τὸ «τὸν βάτον καίεσθαι, καὶ μὴ κατακαίεσθαι»; Τὴν τοῦ Θεοῦ δύναμιν καὶ φιλανθρωπίαν κηρύττει, ὅτι δὴ φρυγανώδη ὄντα τὸ ἄσβεστον οὐκ ἀνήλισκε πῦρ. οἶμαι δὲ καὶ ἕτερα διὰ τούτου παραδηλοῦσθαι. καὶ ὅτι ὁ Ἰσραὴλ ὑπὸ τῶν Αἰγυπτίων ἐπιβουλευόμενος οὐκ ἀναλωθήσεται, ἀλλὰ κρείττων ἔσται τῶν πολεμούντων. καὶ ὡς ὁ μονογενὴς ἐνανθρωπήσας, καὶ παρθενικὴν οἰκήσας νηδύν, φυλάξει τὴν παρθενίαν ἀκήρατον. φασὶ δέ τινες, ἐν βάτῳ φανῆναι τὸν Θεὸν καὶ οὐκ ἐν ἄλλῳ φυτῷ, διὰ τὸ μὴ δύνασθαί τινα ἐκ βάτου γλύψαι Θεόν. εἰκὸς γὰρ ἦν ἰουδαίους καὶ τοῦτο τολμῆσαι, εἴπερ ἐν ἄλλῳ ὤφθη φυτῷ.