Ancient Greek
Page 104
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 104
Not analysed yet
Θεὸν ἀπηνῆ νομισθῆναι. εἰ γὰρ πρὸ τῶν ἐλέγχων ἐκόλασεν, ἔδοξεν ἂν καὶ ὠμὸς εἶναι καὶ ἄδικος· νῦν δὲ καὶ τοῦ Θεοῦ τὸ μακρόθυμον δέδεκται κἀκείνου τὸ δυσσεβὲς καὶ θηριῶδες ἐλήλεγκται. IX Διὰ τί πρῶτον σημεῖον δέδωκε τῆς ῥάβδου τὴν εἰς ὄφιν μεταβολήν; Ἐπειδὴ λογικῆς ὁ Φαραὼ φύσεως ὢν ὠμότητι κατὰ τῶν ἑβραίων ἐχρήσατο, καὶ τὸ θεοειδὲς θηριῶδες ἀπέφηνε, τὴν ῥάβδον δι' ἧς αὐτὸν ἐμαστίγωσεν εἰς ὄφιν μεταβληθῆναι προσέταξεν· εἰς ἔλεγχον μὲν τῆς ἐκείνου θηριωδίας, ἔμφασιν δὲ τῆς δυσμενείας. καὶ γὰρ τῇ τοῦ ὄφεως ἀρᾷ καὶ τοῦτο προστέθεικεν· «ἔχθραν θήσω ἀναμέσον σοῦ καὶ ἀναμέσον τῆς γυναικὸς» καὶ τὰ ἑξῆς. X Ἡ λέπρωσις τῆς χειρὸς τί δηλοῖ; Ἐν εὐσεβείᾳ τραφὲν τὸ γένος τοῦ Ἰακὼβ εἰς τὴν Αἴγυπτον εἰσελήλυθεν· ἀλλ' ἐκεῖ τῶν αἰγυπτίων μετέμαθε τὴν ἀσέβειαν. τῆς ἐκείνων δὲ δουλείας ἀπαλλαγείς, τὸν τῶν ὅλων ἐπέγνω Θεόν. δεδήλωκε τοίνυν διὰ τῆς ἀλλοιώσεως τῆς χειρὸς τὴν λέπρωσιν αὐτῶν, καὶ τὴν κάθαρσιν. πρὸς δὲ τούτοις καὶ ἕτερον ὁ δεσπότης ᾠκονόμει Θεός, ἐπειδὴ γὰρ ἤμελλε τὸν περὶ τῶν λεπρῶν τιθέναι νόμον, καὶ ἀκαθάρτους τούτους προσαγορεύειν· οὐδὲν δὲ τῶν ἀκουσίων ἀκάθαρτον· ἕτερα διὰ τούτων οἰκονομῶν, τούτοις ἐχρήσατο τοῖς νόμοις· ἅπερ ἐν ἐκείνοις γενόμενοι τοῖς χωρίοις σὺν Θεῷ φάναι δηλώσομεν. ἐλέπρωσε τοῦ νομοθέτου τὴν χεῖρα, τοὺς τὰ τέλεια πεπαιδευμένους διδάσκων, ὡς οὐδὲν τῶν τοιούτων ἀκάθαρτον. ἡ γὰρ τὰ θαύματα ἐκεῖνα ἐργασαμένη δεξιά, λεπρὰ πρότερον γενομένη ταῖς θεο-