Ancient Greek
Page 105
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 105
Not analysed yet
σημείαις ὑπούργησε, καὶ τὰ στοιχεῖα μετέβαλεν. τούτου δὲ καὶ τὸν νομοθέτην ἐπαίδευσεν μὴ μέγα φρονεῖν, ἀλλ' εἰδέναι τὴν φύσιν τῆς λεπρωθείσης ἀναμιμνησκόμενον δεξιᾶς. XI Ὑπουργῷ κεχρημένος τῷ Μωϋσῇ τῶν ὅλων ὁ Κύριος, τί δήποτε ἰσχνόφωνον αὐτὸν διέπλασε καὶ βραδύγλωσσον; Ἐπειδὴ τοῦτο μᾶλλον τὴν δύναμιν ἐδείκνυ τὴν θείαν. ὥσπερ γὰρ ἁλιέας καὶ τελώνας καὶ σκυτοτόμους, κήρυκας ἀληθείας καὶ διδασκάλους εὐσεβείας ἐχειροτόνησεν, οὕτω διὰ φωνῆς ἀσθενοῦς καὶ γλώσσης βραδείας, κατῄσχυνε τοὺς αἰγυπτίων σοφούς. XII Πῶς νοητέον τὸ «ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ»; Μάλα ῥᾴδιον ἦν τῷ Θεῷ μετὰ τὴν πρώτην ἀπείθειαν πανωλεθρίαν ἐπαγαγεῖν, ἀλλ' ἀφράστῳ κεχρημένος μακροθυμίᾳ μετρίας αὐτῷ παιδείας ἐπήγαγε. ταῦτα δὲ ἀντίτυπον ἐποίει τὴν ἐκείνου καρδίαν· οἰόμενος γὰρ μὴ δύνασθαι τὸν Θεὸν μείζοσι χρήσασθαι τιμωρίαις, τῶν μετρίων κατεφρόνει μαστίγων. καὶ ὅτι ταῦθ' οὕτως ἔχει, ἡ ἱστορία διδάσκει. πρῶτον μὲν γὰρ τῶν θείων ἐκείνων ἀκούσας ῥημάτων, «ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρήμῳ», ὑπολαβὼν ἔφη· «τίς ἐστι Κύριος; οὐκ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ. οὐκ οἶδα τὸν Κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ». ἔπειτα δὲ τῆς ῥάβδου μεταβληθείσης εἰς ὄφιν φησὶν ἡ θεία γραφή· «καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ καὶ οὐκ εἰσήκουσεν αὐτῶν