Ancient Greek
Page 108
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 108
Not analysed yet
ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθὰ συνέταξεν αὐτοῖς Κύριος», καὶ μετ' ὀλίγα πρὸς αὐτὸν ἔφη τὸν Φαραώ· «ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ». καὶ αὖθις μετ' ὀλίγα καὶ ταῦτα ἔφη· «ἰδών, γάρ φησι, Φαραὼ ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναί, καὶ προσέθετο Φαραὼ τοῦ ἁμαρτάνειν· καὶ ἐβάρυνε τὴν καρδίαν αὐτοῦ, καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ ἐσκληρύνθη ἡ καρδία Φαραὼ καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς Ἰσραήλ, καθάπερ ἐλάλησε Κύριος τῷ Μωϋσῇ». τὸ δὲ «καθάπερ ἐλάλησε», τὴν πρόγνωσιν τοῦ Θεοῦ δηλοῖ, ἀντὶ τοῦ, οὐδὲν τούτων ἠγνόησεν ὁ τῶν ὅλων Θεός, ἀλλ' ἐξ ἀρχῆς προείρηκε, ταῦτα δὲ πάντα διεξῆλθον δεῖξαι βουλόμενος, ὡς οὔτε φύσεως ἦν ὁ Φαραὼ πονηρᾶς, οὔτε ὁ δεσπότης Θεὸς σκληρὰν αὐτοῦ καὶ ἀντίτυπον τὴν γνώμην εἰργάσατο· ὁ γὰρ νῦν μὲν εἰς τοῦτο ῥέπων, νῦν δὲ εἰς ἐκεῖνο, δείκνυσι τὸ τῆς γνώμης αὐθαίρετον, ἵνα δὲ καὶ ἔκ τινος εἰκόνος τὸ ἀμφιβαλλόμενον διαλύσω· ὁ ἥλιος τῇ τῆς θέρμης ἐνεργείᾳ τὸν μὲν κηρὸν ὑγραίνει, τὸν δὲ πηλὸν ξηραίνει, καὶ τὸν μὲν μαλάττει, τὸν δὲ σκληρύνει. ὥσπερ τοίνυν οὗτος τῇ ἐνεργείᾳ τῇ μιᾷ τὰ ἐναντία ποιεῖ, οὕτω τῇ τοῦ Θεοῦ τῶν ὅλων μακροθυμίᾳ, οἱ μὲν ὠφέλειαν, οἱ δὲ βλάβην καρποῦνται· καὶ οἱ μὲν μαλάττονται, οἱ δὲ σκληρύνονται. τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις δεδήλωκεν· «εἰς κρῖμα, γάρ φησιν, ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται». τοῦτο δὲ οὐ τοῦ δεσπότου δηλοῖ τὸν σκοπόν. οὐδὲ γὰρ τούτου χάριν ἐλήλυθεν, ἵνα τυφλοὺς ἀποφήνῃ τοὺς βλέποντας, ἀλλὰ τὸ γεγενημένον δεδήλωκεν· «αὐτὸς μὲν γὰρ βούλεται