Ancient Greek
Page 109
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 109
Not analysed yet
πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν». ἐπειδὴ δὲ τὸ αὐθαίρετον ἔχει τῶν ἀνθρώπων ἡ φύσις, οἱ μὲν πεπιστευκότες τῆς σωτηρίας ἀπήλαυσαν, οἱ δὲ ἀπιστήσαντες πρόξενοι ἑαυτοῖς τῆς γεέννης γεγένηνται. οὕτως ὁ Ἰούδας βλέπων—ἀπόστολος γὰρ ἦν—ὕστερον ἐτυφλώθη· ὁ δὲ θεσπέσιος Παῦλος τυφλὸς ὢν πρότερον, ἀνέβλεψεν ὕστερον. οὕτω διὰ τῆς τοῦ σωτῆρος ἐπιφανείας ἐτυφλώθησαν μὲν τῶν ἰουδαίων οἱ πλεῖστοι, ἀνέβλεψαν δὲ τὰ ἔθνη. οὐ μήν, ἐπειδή τινες ἔμελλον ἀπιστήσειν, ἐχρῆν μὴ γενέσθαι τὴν κατὰ σάρκα τοῦ σωτῆρος ἡμῶν οἰκονομίαν· τοῦτο γὰρ ἀπεστέρει τὴν οἰκουμένην τῆς σωτηρίας. οὕτω καὶ ὁ θειότατος ἔφη Συμεών· «ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον». κἀκεῖνο μέντοι εἰδέναι χρή, ὡς τὸν παρόντα βίον ὁ τῶν ὅλων Θεὸς στάδιον τοῖς ἀνθρώποις ἀπέφηνεν, ἵν' ἐν τούτῳ ἀγωνιζόμενοι, δηλώσωσι τὸν οἰκεῖον σκοπόν· ἐν δέ γε τῷ μέλλοντι τὴν δικαίαν ποιούμενος κρίσιν, τοὺς μὲν ὡς νικηφόρους ἀγωνιστὰς στεφανώσει, τοὺς δὲ κολάσει ὡς τῆς κακίας ἐργάτας γεγενημένους. ἐπειδὴ δὲ οὐχ ἅπαντες τῷ μέλλοντι πιστεύουσι βίῳ, μάλα σοφῶς ὁ τῶν ὅλων Θεὸς καὶ κολάζει τινὰς ἐν τῷδε τῷ βίῳ πονηρίᾳ συνεζηκότας, καὶ αὖ πάλιν ἄλλους ἀνακηρύττει εὐσεβείας πεφροντικότας ὡς μάλιστα. τούτου χάριν ὁ θεῖος ἀπόστολος, τινὰς μὲν «σκεύη ὀργῆς», τινὰς δὲ «σκεύη ἐλέους» ὠνόμασεν, ἐπειδὴ δι' ἐκείνων μὲν δῆλος γίνεται κολάζων ἐνδίκως ὁ δεσπότης Θεός, διὰ δὲ τούτων ἐπιμελείας παντοδαπῆς ἀξιῶν καὶ προμηθείας τοὺς τῆς ἀρετῆς ἀθλητάς. ἴδοι δ' ἄν τις καὶ τῶν σωμάτων τοὺς ἰατροὺς τομαῖς καὶ καυτῆρσι χρωμένους, καὶ τοὺς κεκρυμμένους χυμοὺς καὶ χαλεπὴν τὴν νόσον ἐργαζομένους, ἀναμοχλεύοντας καὶ ἐξάγοντας, καὶ τὰ λανθάνοντα πάθη δῆλα ποιοῦντας. οὕτως καὶ ὁ τῶν ὅλων Θεὸς τῶν λογισμῶν τὴν πονηρίαν ταῖς παιδείαις γυμνοῖ. τοῦτο γὰρ καὶ ἐν τῷ Δευτε-