Ancient Greek
Page 113
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 113
Not analysed yet
τοῦ Ἐσρών· ὁ δὲ Ἐσρὼν τοῦ Φαρές· ὁ δὲ Φαρὲς τοῦ Ἰούδα. αὐτὸς δὲ ὁ Ναασσῶν φύλαρχος ἦν τοῦ Ἰούδα· ἐκ τῆς τούτων συγγενείας ὁ Κύριος κατὰ σάρκα γεγέννηται. οὐ μάτην τοίνυν τῆς βασιλικῆς καὶ τῆς ἱερατικῆς φυλῆς τὴν ἐπιμιξίαν ἐδίδαξεν, ἀλλὰ δεικνὺς ὡς ὁ δεσπότης Χριστὸς ἐξ ἀμφοτέρων ἐβλάστησεν, ὁ βασιλεὺς καὶ ἱερεὺς κατὰ τὸ ἀνθρώπινον χρηματίσας. XVII Πῶς ἐγένετο τοῦ Ἀαρὼν θεὸς ὁ Μωϋσῆς; Ὥσπερ ὁ Θεὸς προσέταττε τῷ Μωϋσῇ, οὕτως πάλιν ὁ Μωϋσῆς τῷ Ἀαρών· διὸ δὴ καὶ προφήτης ὁ Ἀαρὼν προσηγορεύθη τοῦ Μωϋσέως. XVIII Τί δήποτε συνεχώρησεν ὁ Θεὸς τοῖς φαρμάκοις ταὐτὰ δρᾶσαι τῷ Μωϋσῇ; Εἰσί τινες καὶ νῦν τῶν δυσσεβείᾳ συζώντων, οἵ φασι γοητείᾳ τεθαυματουργηκέναι τὸν θεσπέσιον Μωϋσῆν. τούτου χάριν ἐνδέδωκε ὁ Θεὸς τοῖς φαρμάκοις ἔνια δρᾶσαι, ἵνα δειχθῇ τὸ διάφορον. μετέβαλον μὲν γὰρ αὐτοὶ τὰς ῥάβδους εἰς ὄφεις· ἀλλ' ἡ Μωϋσέως ῥάβδος τὰς ἐκείνων κατέπιεν· καὶ μετέβαλον εἰς αἷμα τὸ ὕδωρ κἀκεῖνοι, ἀλλ' εἰς τὴν προτέραν ἐπαναγαγεῖν τὸ ὕδωρ οὐκ ἴσχυσαν φύσιν. καὶ τοὺς βατράχους ἐξήγαγον, οὐ μὴν καὶ ἀπαλλάξαι αὐτῶν τὰς τῶν αἰγυπτίων ἠδυνήθησαν οἰκίας. καὶ εἰς μὲν τὸ παιδεύειν τοὺς αἰγυπτίους, καὶ τοῖς φαρμάκοις ἐνεργεῖν ἐνεδίδου· εἰς δὲ τὸ παύειν τὴν τιμωρίαν οὐκέτι. ἐπειδὴ γὰρ ὑπὸ τοῦ Θεοῦ κολα-