Ancient Greek
Page 114
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 114
Not analysed yet
ζόμενος τῶν αἰγυπτίων ὁ βασιλεὺς οὐκ ἠρκεῖτο ταῖς θεηλάτοις πληγαῖς, ἀλλὰ καὶ τοῖς φαρμάκοις αὔξειν τὴν τιμωρίαν ἐκέλευσεν· καὶ διὰ τούτων αὐτὸν ἐκόλαζεν ὁ Θεὸς μονονουχὶ λέγων· ἐπειδὴ τέρπῃ κολαζόμενος καὶ διὰ τῶν ἐμῶν θεραπόντων παιδεύω, καὶ διὰ τῶν σῶν σε κολάζω· ἰδὼν δὲ αὐτὸν πλέον σκληρυνόμενον, ἐκώλυσε τὴν ἐκείνων ἐνέργειαν· καὶ οἱ τὸ μεῖζον ζῷον ἐξαγαγόντες τὸν βάτραχον, τὸν σκνῖπα τὸν σμικρότατον ἐξαγαγεῖν οὐκ ἴσχυσαν, ἀλλὰ δάκτυλον Θεοῦ τὴν πληγὴν προσηγόρευσαν. τὰς μέντοι φλυκταίνας καὶ τοῖς ἐκείνων ἐπήνεγκε σώμασιν, ἵνα καὶ αὐτοὶ μάθωσι καὶ ὁ ἀνόητος αὐτῶν βασιλεύς, ὡς οὐ μόνον ἐπέχειν οὐ δύνανται τὰς θεηλάτους πληγάς, ἀλλὰ καὶ αὐτοὶ συντιμωροῦνται τοῖς ἄλλοις. ἀναιδείας τοίνυν τὸ λέγειν μαγγανείᾳ τινὶ τεθαυματουργηκέναι τὸν Μωϋσῆν, τῶν μάγων βοώντων ὅτι θείας ἦν δυνάμεως τὰ σημεῖα. εἰ γὰρ φαντασία ἦν τὸ παρ' αὐτοῦ δρώμενον, ἔδει κἀκείνους φαντάσαι, καὶ τὸν ὁμότεχνον διελέγξαι· νῦν δὲ διαρρήδην βοῶσι «δάκτυλος Θεοῦ ἐστι τοῦτο». XIX Τί δήποτε πρώτην αὐτοῖς τὴν τοῦ ὕδατος ἐπάγει πληγήν; Πρῶτον ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ τῷ ποταμῷ, καὶ θεὸν τοῦτον ἐνόμιζον, τὴν τῶν νεφῶν αὐτοῖς παρέχοντα χρείαν· ἔπειτα καὶ διὰ τὰ βρέφη τῶν ἰουδαίων τὰ τούτῳ παραπεμφθέντα. μεταβληθεὶς γὰρ εἰς αἷμα, τῆς γεγενημένης κατηγορεῖ παιδοκτονίας. τούτου χάριν καὶ τοὺς βατράχους ἀνέβλυσε τὰ ὕδατα, ἀντὶ τῶν ἐν ἐκείνοις ἀποπνιγέντων ἀναδοθέντας παιδίων. μιμεῖται γάρ πως τὰ βρέφη τοὺς βατράχους βαδίζοντα· μηδέπω γὰρ τοῖς ποσὶ μόνοις κεχρῆσθαι δυνάμενα, ταῖς χερσὶν ἐπαμύνει τῇ τῶν ποδῶν ἀσθενείᾳ. προσώζεσε δὲ ἐκ τῶν βατράχων ἡ γῆ· ἐπειδὴ «προ-