Ancient Greek
Page 119
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 119
Not analysed yet
κοῦντας εἰς ἐδωδὴν προβάτου κατὰ ταὐτὸν θῦσαι τὸ Πάσχα, φιλαδελφίαν αὐτοὺς ἐκπαιδεύων καὶ τὸν εἰς τοὺς πένητας ἔλεον. διὰ τοῦτο παρακελεύεται καὶ τὰ περιττεύοντα τῶν κρεῶν κατακαίεσθαι καὶ εἰς τὴν ὑστεραίαν μὴ φυλάττεσθαι· ταύτῃ καταναγκάζων αὐτοὺς καλεῖν τοὺς δεομένους εἰς κοινωνίαν τῆς ἑορτῆς. ταῦτα δὲ πάντα τῶν ἡμετέρων ἐστὶ μυστηρίων αἰνίγματα· χρίομεν γὰρ καὶ ἡμεῖς τῷ αἵματι τοῦ ἡμετέρου ἀμνοῦ, οὐ μόνον τὴν φλιὰν ἀλλὰ καὶ τοὺς δύο σταθμούς· κατὰ μὲν τὸ ὁρώμενον τὴν γλῶτταν καὶ τὰ χείλη καθαίροντές τε καὶ ἁγιάζοντες· κατὰ δὲ τὸ νοούμενον, ἀντὶ μὲν φλιᾶς τὸ λογικόν, ἀντὶ δὲ τῶν δύο σταθμῶν τὸ θυμοειδὲς καὶ τὸ ἐπιθυμητικόν. ἁρμόττει δὲ ἡμῖν καὶ τὸ μήτε ὠμὰ μήτε ἑψημένα ἐσθίειν, ἀλλὰ ὀπτὰ πυρί. οὔτε γὰρ μόνῳ τῷ γράμματι προσβλέπομεν, ἀλλὰ τὴν διάνοιαν ἐρευνῶμεν. οὔτε μὴν ἀνθρωπίνους λογισμοὺς τοῖς θείοις ἐπεισάγομεν λογίοις· τοῦτο γὰρ καὶ Ἠσαΐας τινῶν κατηγόρησεν, ὡς «ἀναμιγνύντων ὕδατι τὸν οἶνον». ἀλλὰ μόνῳ χρώμεθα τῷ θείῳ πυρί, τῇ τοῦ ἁγίου πνεύματος χάριτι. τὸ δὲ μὴ καταλιπεῖν τῶν κρεῶν εἰς τὴν ὑστεραίαν οὕτω νοοῦμεν, ὅτι ὁ μέλλων βίος τῶν συμβόλων οὐ δεῖται· αὐτὰ γὰρ ὁρῶμεν ἐν ἐκείνῳ τὰ πράγματα. τὰ δὲ ὀστᾶ τοῦ προβάτου συντρίβουσιν οἱ κακῶς τὰ θεῖα νοοῦντες λόγια, καὶ εἰς τὴν οἰκείαν αὐτὰ πειρώμενοι μεταφέρειν ἀσέβειαν. τὸ δὲ μὴ μόνον ἐκ προβάτων, ἀλλὰ καὶ ἐξ ἐρίφων λαμβάνειν, τὴν θείαν πάλιν κηρύττει φιλανθρωπίαν· οὐ γὰρ μόνον ὑπὲρ δικαίων, ἀλλὰ καὶ ὑπὲρ ἁμαρτωλῶν ὁ δεσπότης Χριστὸς τὸ σωτήριον ὑπομεμένηκε πάθος. οὕτω δὲ νοεῖν αὐτὸς ἡμᾶς ἐξεπαίδευσεν· ἀμνοῖς μὲν γὰρ τὸν τῶν ἁγίων ἀπείκασε σύλλογον· τὸν δὲ τῶν οὐ τοιούτων, ἐρίφοις· ἔριφον γὰρ ὑπὲρ ἁμαρτίας ὁ νόμος προσφέρειν ἐκέλευσε. καὶ τῶν θείων δὲ μυστηρίων οἱ μεταλαμβάνοντες, οἱ μὲν ὡς προβάτου μεταλαμβάνουσιν, ἅτε δὴ τελείαν τὴν ἀρετὴν κεκτημένοι· οἱ δὲ ὡς ἐρίφου, διὰ μετανοίας ἐξαλείφοντες τὰς τῶν ἁμαρτημάτων κηλίδας. οὕτω καὶ ὁ σωτὴρ ἡμῶν, οὐκ ἐκ σιτίνων μόνον, ἀλλὰ καὶ ἐκ κριθίνων