Ancient Greek
Page 118
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 118
Not analysed yet
Φίλων ἡρμήνευσε «διαβατήρια»· ὁ δὲ Ἰώσηπος «ὑπερβασία»· ὁ δὲ Σύμμαχος «ὑπερβάσεις»· ὁ δὲ Θεοδοτίων «φασὲχ» αὐτὴν τὴν ἑβραίαν φωνὴν τεθεικώς. σημαίνει δὲ τὸ ὄνομα τῶν ἑβραίων πρωτοτόκων τὴν σωτηρίαν. παρεκελεύσατο γὰρ δέσμην ὑσσώπου λαβεῖν καὶ τῷ αἵματι τοῦ θυομένου προβάτου ἐμβάψαντας τοὺς σταθμοὺς ἐπιχρίσαι καὶ τὴν φλιάν, ἵν' ὅταν εἰσέλθῃ ὁ ὀλοθρεύων πατάξαι τὰ πρωτότοκα τῶν αἰγυπτίων, ἰδὼν τὸ αἷμα ὑπερβῇ τῶν ἑβραίων τὰς οἰκίας. οὐκ ἐπειδὴ τοιούτων ἐδεῖτο σημείων ἡ ἀσώματος φύσις, ἀλλ' ὅτι διὰ τοῦ συμβόλου κἀκείνους ἔδει μαθεῖν τὴν τοῦ Θεοῦ κηδεμονίαν, καὶ ἡμᾶς τοὺς τὸν ἄμωμον ἀμνὸν θύοντας γνῶναι προδιαγραφέντα τὸν τύπον. κελεύει τοίνυν αὐτοῖς λαβεῖν οὐ μόνον ἐκ τῶν προβάτων ἄρνας ἐνιαυσίους, ἀλλὰ καὶ ἐκ τῶν αἰγῶν ἐρίφους· οὐχ ἵνα κατὰ ταὐτὸν τοῦτον κἀκεῖνον θύσωσιν· ἀλλ' ἵνα ὁ μὲν πρόβατον ἔχων, τοῦτο θύσῃ· ὁ δὲ σπανίζων προβάτου, τὸν ἔριφον. παρεγγυᾷ δὲ τοῦτο λαβεῖν τῇ δεκάτῃ τοῦ πρώτου μηνός, ἵν' εὐτρεπίσῃ πρὸ τῆς ἑορτῆς· τῇ δὲ τεσσαρεσκαιδεκάτῃ πρὸς ἑσπέραν τυθῆναι. κατὰ ταύτην γὰρ τὴν ἑσπέραν καὶ ὁ δεσπότης Χριστὸς παρεδόθη τοῖς ἰουδαίοις. μετὰ πικρίδων δὲ αὐτὸ βρωθῆναι προσέταξεν, εἰς ἀνάμνησιν τῆς ἐν Αἰγύπτῳ πικροτάτης ζωῆς καὶ τῆς χαλεπωτάτης δουλείας. διὰ δὲ τῶν ἀζύμων ἐμφαίνει οὐ μόνον τῆς ὁδοιπορίας τὸ σύντονον, καὶ τὸ τῆς τροφῆς αὐτοσχέδιον, ἀλλὰ καὶ ὅτι προσήκει μηδὲ ἴχνος τῆς αἰγυπτιακῆς ἐπιφέρεσθαι πολιτείας. οὕτω γὰρ καὶ ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις ἡρμήνευσε, «προσέχετε, λέγων, ἀπὸ τῆς ζύμης τῶν γραμματέων καὶ φαρισαίων». ἐκέλευσε δὲ καὶ τοὺς ἀρ-