Ancient Greek
Page 125
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 125
Not analysed yet
Τοῦ σταυρωθέντος ὑπὲρ ἡμῶν ἐπλήρου τὸν τύπον ἐκτείνων τὰς χεῖρας. ἐδείχθη τοίνυν καὶ ἐν τῷ τύπῳ τῆς ἀληθείας ἡ δύναμις· ὥσπερ γὰρ τοῦ θεράποντος τὰς χεῖρας ἐκτείνοντος ἔπεσεν Ἀμαλήκ, οὕτως τοῦ δεσπότου τὰς χεῖρας ἐκτείναντος, κατελύθη τοῦ διαβόλου τὸ στῖφος, καὶ ἐν ἐκείνῳ δὲ τῷ πολέμῳ ὁ τοῦ σωτῆρος ἡμῶν ὁμώνυμος τὸ τρόπαιον ἔστησε τότε ταύτην τὴν προσηγορίαν λαβών, καὶ τοῖς λογάσι χρησάμενος συνεργοῖς, ὡς ὁ δεσπότης Χριστὸς ὑπουργοῖς τοῖς ἱεροῖς ἀποστόλοις. XXXV Τί ἐστιν, «ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ»; Πάντων εἰμί, φησί, ποιητὴς καὶ δεσπότης, καὶ πάντων ὡς ποιητὴς προμηθοῦμαι· ὑμᾶς δὲ οἷόν τινα λαὸν ἐξαίρετον ἐμαυτῷ ἀφιέρωσα. τοῦτο γὰρ ἐπήγαγεν· «ὑμεῖς δὲ ἔσεσθε μοι εἰς βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον». ὥσπερ γὰρ τοὺς λευΐτας, ἰσραηλίτας ὄντας, τῶν ἄλλων φυλῶν προτετίμηκε, καὶ εἰς τὴν θείαν ἀφώρισε λειτουργίαν, οὐ τῶν ἄλλων ἀμελῶν, ἀλλὰ διὰ τούτων τὴν ἐκείνων ποιούμενος ἐπιμέλειαν· οὕτω τὸ τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐξελέξατο σπέρμα· πρῶτον ἐπειδὴ ἐξ αὐτῶν ἤμελλε κατὰ σάρκα βλαστάνειν ὁ δεσπότης Χριστός· ἔπειτα διὰ τῶν εἰς τούτους γινομένων τὴν οἰκείαν ἐπιδεικνὺς δύναμιν, καὶ πάντας διδάσκων ἀνθρώπους τὴν τῆς θεογνωσίας ὁδόν, τούτων μέντοι εἰρημένων· «ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπε· πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν καὶ ἀκουσόμεθα». αὕτη δὲ ἡ τοῦ λαοῦ συνθήκη ὑπογραφῇ τινι ἔοικε γραμματίου· ὅθεν τὴν οἰκείαν παραβάντες ὁμολογίαν, ταῖς τῆς νομοθεσίας ἀραῖς ὑπεβλήθησαν, ὧν τοὺς εἰς αὐτὸν πεπιστευκότας ὁ δεσπότης Χριστὸς ἠλευθέρωσε. «Χριστός, γάρ φησιν, ἐξηγό-