Ancient Greek
Page 126
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 126
Not analysed yet
ρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». τὸ μέντοι «περιούσιος», «ἐξαίρετος» ὁ Σύμμαχος ἡρμήνευσεν. XXXVI Τί δήποτε οὐ μόνον ἁγνισθῆναι, ἀλλὰ καὶ πλῦναι τὰ ἱμάτια προσετάχθησαν, ἡνίκα τὸν νόμον ἐδέχοντο; Διὰ τῶν σωματικῶν αὐτοὺς ἐπὶ τὰ πνευματικὰ ποδηγεῖ, καὶ δέος ἐντίθησι, καὶ εὐλαβεστέρους ποιεῖ. ἐλογίζοντο γὰρ ἐκ τούτων ὡς πολλῷ μᾶλλον τὴν διάνοιαν καθαρεύειν προσήκει. διά τοι τοῦτο καὶ σαλπίγγων φωναὶ καὶ κτύποι βροντῶν καὶ γνόφος καὶ θύελλα καὶ πῦρ ἐν τῇ τοῦ ὄρους ἀκρωρείᾳ, καὶ κάπνος ἄφραστος ἐκπεμπόμενος· ἵνα διὰ τούτων ἁπάντων τὴν λιθίνην αὐτῶν καταμαλάξῃ καρδίαν. ἐπειδὴ γὰρ τὰς μὲν τοῖς αἰγυπτίοις ἐπενεχθείσας ἐθεάσαντο τιμωρίας, αὐτοὶ δὲ πεῖραν τῆς παιδείας οὐκ ἔλαβον, διὰ τούτων δεδίττεται οἷα δὴ παῖδας· ὥστε μὴ μόνον ἀγαπᾶν διὰ τὰς ἀρρήτους εὐεργεσίας, ἀλλὰ καὶ δεδιέναι διὰ τὰς τιμωρίας. τούτου χάριν καὶ περὶ τῶν ἱερέων ἔφη· «οἱ ἱερεῖς οἱ ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μή ποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν Κύριος». ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς θαρρεῖν, ἅτε δὴ τὴν θείαν λειτουργίαν πεπιστευμένους, διδάσκει ὡς διαφερόντως τοὺς λειτουργεῖν τῷ Θεῷ προτεταγμένους ὑπερτέρους εἶναι τῶν γηΐνων προσήκει. XXXVII Πῶς νοητέον τὸ «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ»; Οἱ μίαν οὐσίαν τῆς τριάδος ὁμολογοῦντες φυλάττουσι τὸν νόμον τῆς θείας φωνῆς. ἄλλο γάρ τι παρὰ τὴν θείαν φύσιν θεοποιεῖν οὐκ ἀνέχονται.