Ancient Greek
Page 142
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 142
Not analysed yet
τῆς τε λυχνίας καὶ τῆς τραπέζης, χρυσοῦν ἔκειτο θυμιατήριον. ταῦτα δὲ ἦν αἰνίγματα τῶν ἀπὸ γῆς τοῖς ἀνθρώποις δεδωρημένων καρπῶν. πρὸ δὲ τῆς σκηνῆς ἔξω τὸ χαλκοῦν ἦν θυσιαστήριον, τὸ τὰ προσφερόμενα δεχόμενον θύματα. δηλοῖ δὲ τοῦτο, περιττὰ εἶναι ταῦτα καὶ μὴ ἀρεστὰ τῷ τῶν ὅλων Θεῷ. ὅθεν ἐπιτελεῖσθαι μὲν αὐτὰ συνεχώρησε, διὰ τὴν ἰουδαίων ἀσθένειαν· ἔξω δὲ τῆς σκηνῆς ἱερουργεῖσθαι προσέταξεν, ὡς τοῖς ἔνδον οὐκ ἀναγκαῖα. ἡμεῖς δὲ τὴν τοῖς ἔνδον ἀπονεμηθεῖσαν λειτουργίαν ἐπιτελοῦμεν. θυμίαμα γὰρ καὶ λυχνιαῖον φῶς προσφέρομεν τῷ Θεῷ καὶ τὴν μυστικὴν τῆς ἁγίας τραπέζης ἱερουργίαν· ὅτι δὲ τριάκοντα πήχεων ἦν τὸ μῆκος τῆς σκηνῆς, καὶ δέκα τὸ εὖρος, καταμαθεῖν εὐπετές, εἴκοσι γὰρ σανίδας εἶχε τὸ νότιον μέρος, καὶ τοσαύτας τὸ βόρειον. «σανίδας» γὰρ τοὺς στύλους ὠνόμασαν οἱ ἄλλοι ἑρμηνευταί. ἑκάστης δὲ σανίδος πῆχυν ἐχούσης καὶ ἥμισυ πήχεως, τριάκοντα πήχεις αἱ εἴκοσι σανίδες ἐπλήρουν. οὕτω πάλιν τὸ πρὸς δυσμὰς ἀποβλέπον ἓξ εἶχε σανίδας τὸ αὐτὸ μέτρον ἐχούσας, καὶ δύο γωνίαις. δώδεκα οὖν πήχεις ἐκ τούτων συναγόμενοι, οἱ μὲν δέκα τὸ ἔνδον εὖρος ἐπλήρουν, οἱ δὲ ἄλλοι δύο, τῶν ἑκατέρωθεν πλευρῶν τὰς ἁρμονίας ἐδέχοντο. ἐκ μέντοι τοῦ ἑῴου μέρους τὴν θύραν γενέσθαι προσέταξεν, ἵνα καὶ αὐτὸς ἀνίσχων ὁ ἥλιος οἷόν τινα προσκύνησιν προσφέρῃ τοῖς προπυλαίοις εὐθὺς ἐκεῖσε τὰς ἀκτῖνας ἐκπέμπων· καὶ οἱ τῷ θεῷ μόνῳ λατρεύειν προστεταγμένοι ὄπισθεν τὸν ἥλιον ἔχωσι πρὸς τὴν σκηνὴν τετραμμένοι καὶ μὴ τοῦτον, ἀλλὰ τὸν τούτου ποιητὴν προσκυνῶσι. δρυφάκτῳ τοίνυν ἡ σκηνὴ προσεῴκει, σανίδας ἔχουσα πάντοθεν συνηρμοσμένας ἀλλήλαις. εἶχον δὲ καὶ τὰς βάσεις ἀργυρᾶς καὶ τὰς κεφαλίδας ὡσαύτως· καὶ αὐταὶ δὲ καὶ ἔνδοθεν καὶ ἔξωθεν ἦσαν ἠλειμμέναι χρυσῷ· τὸν δὲ ὄροφον εἶχεν ἐξ ὑφασμάτων ποικίλων, ἐκδιαφόρων κατεσκευασμένων χρωμάτων. τὸ μὲν γὰρ ἦν ἁλουργόν, τὸ δὲ ῥοδοειδὲς