Ancient Greek
Page 143
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 143
Not analysed yet
ἢ κοκκοβαφές, τὸ δὲ ὑακίνθῳ προσεοικός· ἡ δὲ βύσσος τὴν λευκὴν εἶχε χροιάν. καὶ ταῦτα δὲ τῶν τεσσάρων ἦν στοιχείων αἰνίγματα· ὁ μὲν γὰρ ὑάκινθος τῷ ἀέρι προσέοικε· τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς τῷ πυρί· τὸ δὲ ἁλουργὸν μηνύει τὴν θάλατταν· ἐκείνη γὰρ τρέφει τὸν κόχλον ἐξ ἧς τὸ τοιοῦτον γίνεται χρῶμα· ἡ δὲ βύσσος, τὴν γῆν· ἐκ ταύτης γὰρ φύεσθαι λέγεται. καὶ δέρρεις δὲ εἶχε τριχίνας ἐπικειμένας καὶ μέντοι καὶ διφθέρας ποικίλας, ὥστε καὶ τὸν ὑετὸν ἀπείργειν καὶ τὸν φλογμόν. καὶ τοῖς ἱερεῦσι δὲ παντοδαπὸν περιτέθεικε κόσμον· τὸν μὲν λαὸν καταπλήττοντα τῷ διαφόρῳ τοῦ σχήματος, αὐτοὺς δὲ τοὺς ἱερέας διδάσκοντα ὅπως χρὴ τὴν ψυχὴν ὡραΐζειν, καὶ τὸν τῆς ἀρετῆς αὐτῇ κόσμον περιτιθέναι. «ὑποδύτην» δὲ καλεῖ τὸν ἐνδότερον χιτωνίσκον· «ἐπενδύτην» δὲ τὸν χιτῶνα τὸν ἔξωθεν· ὑακίνθινον δὲ τοῦτον γενέσθαι προσέταξε, καὶ «ποδήρη» προσηγόρευσεν, ὡς μέχρις ἄκρων διήκοντα τῶν ποδῶν. ἀπήρτησε δὲ τούτου καὶ κώδωνας χρυσοῦς καὶ ῥοΐσκους, ἵνα εἰς τὸ ἄδυτον καὶ ἀνάκτορον τῆς σκηνῆς εἰσιὼν καὶ τὴν ἐκ τούτων ἀποτελουμένην ἠχὴν εἰσδεχόμενος, μετὰ δέους τὴν λειτουργίαν ἐπιτελῇ, εἰς μνήμην λαμβάνων τὸν ταῦτα προστεταχότα, καὶ τὴν προσφερομένην ἱερουργίαν δεχόμενον. διά τοι τοῦτο καὶ τοῦ ἀέρος ὁ ποδήρης εἶχε τὸ χρῶμα· ὑακίνθινος γὰρ ἦν ὡς ἂν καὶ εἰς τοῦτον ἀφορῶν μετάρσιος γένηται. ἐπέκειτο δὲ τῇ κεφαλῇ κίδαρις τὸν οὐρανὸν μιμουμένη. ἐκάλυπτε δὲ καὶ ταινία τὸ μέτωπον, ἣν «μίτραν» εἶπον οἱ ἑβδομήκοντα. εἶχε δὲ ἐν μέσῳ πέταλον αὕτη χρυσοῦν, ἐγγεγραμμένον ἔχον τοῦ Θεοῦ τὸ ἄφραστον ὄνομα ὃ καλοῦσιν ἑβραῖοι τετράγραμμον. εὐλάβειαν δὲ τὸν λαὸν ἐκπαιδεύων ὁ δεσπότης Θεὸς δι' αἰνίγματος τοῦτο δεδήλωκεν· «ἐπιγράψεις γὰρ αὐτῷ, φησίν, ἁγίασμα Κυρίου». ἐκέλευσε δὲ αὐτῷ καὶ ἐφεστρίδα γενέσθαι, ἣν οἱ ἑβδομήκοντα «ἐπωμίδα» ἐκάλεσαν· ἐν δὲ ταῖς βασιλείαις εὑρίσκομεν «ἐφοὺδ» αὐτὴν κατὰ τὴν τῶν ἑβραίων γλῶτταν ὠνομασμέ-