Ancient Greek
Page 145
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 145
Not analysed yet
Οὐ πᾶσι τοῖς ἱερείοις, ἀλλὰ τοῖς ὑπὲρ αὑτῶν προσφερομένοις καὶ μάλιστα τοῖς ὑπὲρ ἁμαρτίας. τοῖς δὲ ἄλλοις αὐτοὶ τὰς χεῖρας ἐπετίθεσαν οἱ προσφέροντες. ἦν δὲ τοῦτο σύμβολον τοῦ τὸ ἱερεῖον τὸν τόπον πληροῦν τοῦ προσφέροντος τὴν ὑπὲρ αὑτοῦ δεχόμενον σφαγήν. ἐπισημήνασθαι δὲ προσήκει, ὡς ὑπὲρ τοῦ ἀρχιερέως προσεφέρετο μόσχος· ὑπὲρ δὲ παντὸς τοῦ λαοῦ πάλιν μόσχος· ὑπὲρ δὲ τοῦ ἄρχοντος χίμαρος· ὑπὲρ ἑκάστου δὲ ἀνδρὸς χίμαιρα. πρόσφορον γὰρ τῷ μὲν ἄρχοντι τὸ ἄρρεν, τῷ δὲ ἀρχομένῳ τὸ θῆλυ. ἐπειδὴ καὶ τὴν γυναῖκα τῷ Ἀδὰμ ἐξ ἀρχῆς ὑπέταξεν ὁ Θεός. ὁ δὲ μόσχος ὁ περὶ ἁμαρτίας θυόμενος ἔξω τῆς παρεμβολῆς κατεκαίετο. τούτου χάριν καὶ ὁ δεσπότης Χριστός, ᾗ φησιν ὁ θεῖος ἀπόστολος, «ἔξω τῆς πύλης ἔπαθεν», καὶ τῷ τύπῳ τὴν ἀλήθειαν ἐπιτέθεικε. τῷ δὲ θυσιαστηρίῳ προσεφέρετο τὸ ἐπίπλουν. τοῦτο γὰρ λέγει, «τὸ στέαρ τὸ ἐπὶ κοιλίας, καὶ οἱ δύο νεφροὶ καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν, καὶ ὁ τοῦ ἥπατος λοβός», ὅπερ οἱ ἄλλοι ἑρμηνευταὶ «περιττὸν» προσηγόρευσαν. αἰνίγματα δὲ ταῦτα τῶν ἐν ἡμῖν παθημάτων· τὸ μὲν γὰρ στέαρ τὸ τὴν κοιλίαν καλύπτον, σημαίνει τῆς γαστριμαργίας τὴν νόσον· οἱ δὲ νεφροὶ τὰς ὑπογαστρίους ἡδονάς· ὁ δὲ λοβὸς τοῦ ἥπατος τὸ θυμοειδές. ἐκείνῳ γὰρ συνῆπται τὸ χοληδόχον ἀγγεῖον. ταῦτα δὲ καθιεροῦν κελεύει, καὶ οἱονεὶ νεκρὰς αὐτῶν ἀποφαίνειν τὰς πονηρὰς ἐνεργείας. τοῦ δὲ τῆς τελειώσεως κριοῦ τὸν βραχίονα τὸν δεξιὸν προσενεγκεῖν διηγόρευσε, τὴν πρακτικὴν ἀρετὴν δεξιὰν οὖσαν, καὶ ἀρίστην τῷ Θεῷ προσφέρειν κελεύων. ὁ δὲ ἄρτος καὶ τὸ λάγανον, καὶ ἡ τοῦ οἴνου σπονδή, τοὺς ἀπὸ γῆς φυομένους δηλοῦσι καρπούς, ὧν τὰς ἀπαρχὰς προσφέρειν ὅσιον τῷ Θεῷ.