Ancient Greek
Page 144
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 144
Not analysed yet
νην. αὕτη εἶχεν ἐφ' ἑκατέρου μὲν ὤμου δύο λίθους πολυτελεῖς, ἔχοντας τῶν φυλῶν τὰς προσηγορίας ἐγγεγραμμένας, ἐν δὲ τῷ στήθει τὸ καλούμενον «λόγιον», τὴν λογικὴν συγκαλύπτον καρδίαν. εἶχε δὲ καὶ τοῦτο δυοκαίδεκα λίθους προσηρμοσμένους, διάφορον ἔχοντας χροιάν· διὰ δὲ τούτων ἐδηλοῦτο πολέμου συγκροτηθέντος ἢ νίκη ἢ ἧττα· καὶ τοῦτο τῶν βασιλειῶν ἡ ἱστορία διδάσκει· ἐπιστρατευσάντων γὰρ τῶν ἀλλοφύλων τῷ Ἰσραήλ, οὐ πρότερον ἐτόλμησεν ὁ Σαοὺλ παρατάξασθαι, ἕως εἶδε τὰ τῆς νίκης μηνύματα· «προσάγαγε, γάρ φησι, τὸ ἐφούδ». εἶτα τὴν νίκην μαθὼν ἐπήγαγε· «συνάγαγε τὸ ἐφούδ». καὶ οὕτως ἐξώπλισε τὸν λαόν. διὰ τοῦτο εἰρηκὼς ὁ τῶν ὅλων Θεός· «καὶ ἐπιθήσεις τὸ λόγιον τῆς κρίσεως ἐπὶ τὸ στῆθος Ἀαρὼν καὶ συνάψεις αὐτὸ πρὸς τὴν ἐπωμίδα», ἐπήγαγε· «καὶ ἐπιθήσεις αὐτῷ τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν». καὶ δήλωσιν μὲν ἐκάλεσε τὰ ἐκεῖθεν μηνύματα· ἀλήθειαν δὲ τῶν μηνυμάτων τὸ ἀψευδές. ἰστέον μέντοι, ὡς παχυτέροις οὖσι τοῖς τηνικαῦτα καὶ τῶν νοητῶν ἐφίκεσθαι μὴ δυναμένοις, διὰ τῶν σωματικῶν συμβόλων τὴν ὠφέλειαν ὁ πάνσοφος δεσπότης ἐπραγματεύετο. ἡμεῖς δὲ νοοῦμεν, διὰ μὲν τοῦ λογίου, τὴν θεωρίαν τῶν νοητῶν· διὰ δὲ τῆς ἐπωμίδος, τὴν ἐργασίαν τῆς ἀρετῆς, καὶ τὴν τοῦ λογίου καὶ τῆς ἐπωμίδος ἁρμονίαν τε καὶ συνάφειαν εἰς τὴν τῆς πίστεως καὶ τῆς ἀγαθῆς πράξεως λαμβάνομεν συμφωνίαν. τὸ δὲ πρώτην ἐπιτίθεσθαι τὴν ἐπωμίδα. εἶθ' οὕτω ταύτῃ τὸ λόγιον συνάπτεσθαι, τὸ τὴν ἀγαθὴν πρᾶξιν ὑποβάθραν εἶναι τῆς θεωρίας. LXI Διὰ τί οἱ ἱερεῖς τοῖς ἱερείοις τὰς χεῖρας ἐπιτιθέντες οὕτως ἱέρευον;