Ancient Greek
Page 147
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 147
Not analysed yet
καὶ τοῖς υἱοῖς Ἰσραὴλ εἰς τὰς γενεὰς ὑμῶν». πῶς οὖν τοῦτο νοήσομεν; Ὥσπερ τῷ Ἀβραὰμ τὴν περιτομὴν διδοὺς ἔφη· «καὶ ἔσται εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν», οὕτω καὶ περὶ τοῦ σαββάτου νομοθετῶν ἔφη· «ἔστι γὰρ σημεῖον ἐν ἐμοὶ καὶ ἐν τοῖς υἱοῖς Ἰσραὴλ εἰς τὰς γενεὰς ὑμῶν». τὸ γὰρ καινὸν τῆς πολιτείας ἀεὶ τοῦ νομοθέτου τὴν μνήμην ἀνθεῖν παρεσκεύαζε, καὶ τῶν ἐθνῶν τῶν ἄλλων ἐχώριζε. καθάπερ γὰρ τὰς ποίμνας καὶ τὰς ἀγέλας αἱ σφραγίδες δηλοῦσι, οὕτω τὰ τῆς τῶν ἑβραίων πολιτείας ἐξαίρετα καὶ τῶν ἄλλων αὐτοὺς διεῖργε καὶ τῷ νομοθέτῃ προσεδρεύειν ἐδίδασκεν. LXVI Τί δήποτε ὁ Ἀαρὼν τῷ λαῷ τὸν μόσχον διέγλυφεν; Τὸν σκοπὸν τοῦ γινομένου προσήκει ζητεῖν. οὕτω γὰρ ἐξετάζοντες, εὑρήσομεν αὐτὸν οὐ παντάπασι συγγνώμης ἐστερημένον. τοῦ γὰρ ἀδελφοῦ τεσσαράκοντα ἡμέρας διατρίψαντος ἐν τῇ τοῦ ὄρους ἀκρονυχίᾳ καὶ τοῦ λαοῦ λυττήσαντος καὶ εἰς τὴν Αἴγυπτον ἀναστρέψαι ὁρμήσαντος. πρῶτον μὲν ἐπειράθη λόγοις αὐτῶν τὴν ὁρμὴν χαλινῶσαι. ἐπειδὴ δὲ ἀπειθοῦντας εἶδεν, ᾔτησε τῶν γυναικῶν τὰ χρυσία, πάθει πάθος ἀντιστρατεύσας, τὸ φιλόκοσμον καὶ φιλοχρήματον τῇ τῆς δεισιδαιμονίας μανίᾳ. ἀλλ' οὐδὲ τοῦτο τὸ μηχάνημα τὴν ἐκείνων ἔσβεσε λύτταν. ὅθεν ἠναγκάσθη διαγλύψαι τὸν μόσχον καὶ τοιούτῳ δὲ σκοπῷ χρησάμενος, τῆς θείας ἐδεήθη φιλανθρωπίας, ὥστε τὴν τιμωρίαν διαφυγεῖν. καὶ τοῦτο Μωϋσῆς ὁ θειότατος ἐν τῷ Δευτερονομίῳ δεδήλωκεν· «ἐδεήθην, γάρ φησι, τοῦ Κυρίου περὶ Ἀαρὼν τοῦ ἀδελφοῦ μου καὶ οὐκ ἀπέθανεν».