Ancient Greek
Page 148
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 148
Not analysed yet
LXVII Πῶς νοητέον τό· «καὶ νῦν ἔασόν με καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτούς, ἐκτρίψω αὐτοὺς καὶ ποιήσω σε εἰς ἔθνος μέγα»; Καὶ τὸ ἀπαθὲς τοῦ Θεοῦ καὶ τὸ φιλάνθρωπον ὁ λόγος δηλοῖ, ὁ γὰρ θυμῷ τι πράττων, καὶ τοὺς παρακαλοῦντας δυσχεραίνει· ὁ δὲ Θεὸς ἔφη· «ἔασόν με καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς ἐκτρίψω αὐτούς». οὐδεὶς δὲ ἀναμένει τοὺς παρακαλοῦντας ἵνα ὀργισθῇ, ἀλλ' ἵνα παρακληθῇ. τὸ οὖν· «ἔασόν με», ἀντὶ τοῦ, κώλυσόν με, εἴρηκεν. ἐπειδὴ γὰρ ἠγνόει Μωϋσῆς ὁ μέγας τὴν τοῦ λαοῦ παρανομίαν, καὶ ταύτην αὐτῷ δεδήλωκεν ὁ Θεὸς, καὶ εἰς πρεσβείαν διήγειρε· τὸ δὲ «ποιήσω σε εἰς ἔθνος μέγα», τὰ ἡμέτερα προσημαίνει. ὅπερ γὰρ τότε οὐ γέγονε, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν γέγονεν. ὁ μέντοι νομοθέτης, καὶ ταῦτα τοῦ Θεοῦ ἀρκεῖν αὐτὸν εἰς τὴν ὑπὲρ τοῦ λαοῦ πρεσβείαν εἰρηκότος, οὐχ ὑπέλαβεν ἱκανὸς εἶναι παῦσαι τοῦ Θεοῦ τὴν ὀργήν· ὅθεν τῶν πατριαρχῶν τὰς προσηγορίας ἀνθ' ἱκετηρίας προσήνεγκεν καὶ τῶν πρὸς ἐκείνους ὅρκων ἀνέμνησε καὶ τὰς γεγενημένας συνθήκας ἐμπεδωθῆναι ἱκέτευσεν. LXVIII Διὰ τί τὰς πλάκας συνέτριψεν; Ἀνάξιον κρίνας τὸν λαὸν τῆς θείας νομοθεσίας. ἐπειδὴ γὰρ προικῴων γραμματείων τύπον εἶχον αἱ πλάκες, ἡ δὲ νύμφη πρὸ τῆς παστάδος εἰς μοιχείαν ἀπέκλινε, μάλα εἰκότως τὸ προικῷον διέρρηξε γραμματεῖον. ἐπισημήνασθαι δὲ προσήκει, ὡς τότε μὲν δεξάμενος τὴν ἱκετείαν ὁ τῶν