Ancient Greek
Page 155
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 155
Not analysed yet
οὐδὲ τὸ εὐῶδες, οἱ τῆς πονηρίας <μὴ> ἀφιέντες τὴν δυσοσμίαν. ἐπειδὴ δὲ «σκιὰν εἶχε τῶν μελλόντων» ὁ νόμος, καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατὰ τὸν θεῖον ἀπόστολον καὶ ὑποδείγματι καὶ σκιᾷ τῶν ἐπουρανίων λατρεύειν ἔφη τοὺς ἐν τῷ νόμῳ· οὐκ ἀπὸ τρόπου νομίζω τι δρᾶν, ταῖς τῶν ἀλόγων ἱερείων διαφοραῖς ἐοικέναι λέγων τοὺς ἑαυτοὺς τῷ Θεῷ προσφέροντας, οἱ μὲν γὰρ τὸν ἀκτήμονα καὶ ἀφρόντιδα ἀσπαζόμενοι βίον, ὅλους ἑαυτοὺς ἀφιεροῦσι τῷ τῶν ὅλων Θεῷ, καὶ σφᾶς αὐτοὺς ἀποφαίνουσιν ὁλοκαύτωμα τε καὶ ὁλοκάρπωμα· οὐδὲν τῷ παρόντι καταλείποντες βίῳ, ἀλλ' εἰς τὴν ἀγήρω πάντα μετατιθέντες ζωήν. οἱ δὲ τούτων ἐλάττους, τὰ μὲν τῷ θυσιαστηρίῳ, τὰ δὲ τοῖς ἱερεῦσι, τὰ δὲ λοιπὰ τῇ τοῦ σώματος ἀπονέμουσι χρείᾳ. καὶ οἱ μὲν προσφέρουσι τῶν προβάτων τὴν ἐπιείκειαν· οἱ δὲ τοῖς εὐπειθέσι μόσχοις παραπλησίως, φέρουσιν ἀσπασίως τὸν χρηστὸν τοῦ Κυρίου ζυγόν· ἄλλοι δέ τινες τὰς αἶγας μιμούμενοι, οἷόν τι γάλα, τοῖς δεομένοις παρέχουσι τῆς χρείας τὰ περιττὰ κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν τὴν λέγουσαν· «τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα». οἱ δὲ προσκομίζουσι τῶν τρυγόνων τὸ σῶφρον, καὶ φεύγουσιν ὡσαύτως τοῦ δευτέρου γάμου τὴν ζεύγλην· οἱ δὲ ἁπλότητι καὶ ἀκακίᾳ κοσμοῦσι τὴν γνώμην, μιμούμενοι τοὺς τῶν περιστερῶν νεοττούς. οὐδὲ γὰρ τελείας θύεσθαι ταύτας ἐνομοθέτησεν· ἐπειδὴ τόδε τὸ ζῷον περὶ τὰς μίξεις θερμότατον· ἀλλὰ τούτων τοὺς νεοττοὺς ἀκακίᾳ μὲν χρωμένους, συμπλοκῆς δὲ οὐ γεγευμένους. τὰ μέντοι πτηνὰ οὔτε ὁ πατριάρχης διεῖλεν, οὔτε ὁ νομοθέτης διαιρεθῆναι κελεύει, οἱ γὰρ πτηνοὶ τὴν διάνοιαν ἐξ ὅλης καρδίας ἀγαπῶντες τὸν Θεόν, οὐ διαιροῦσιν αὐτὴν εἰς τὰ γήϊνα καὶ οὐράνια, ἀλλ' ὅλην ἀναπέμπουσιν ἄνω. οὕτω τὰ περὶ τῶν θυσιῶν νοοῦντες, εὑρήσομεν καὶ τῇ τῶν ἰουδαίων ἀσθενείᾳ τὸν περὶ τούτων νόμον ἁρμόδιον· καὶ τῇ εὐαγγελικῇ τελειότητι