Ancient Greek
Page 156
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 156
Not analysed yet
τὴν τοιαύτην νομοθεσίαν οὐ περιττήν. οὕτω δὲ ταῦτα νοεῖν καὶ ὁ θεῖος ἡμᾶς ἐξεπαίδευσε Παῦλος· τεθεικὼς γὰρ τὸν περὶ τῶν βοῶν νόμον, ὃς ἀπαγορεύει τοὺς βοῦς ἀλοῶντας κημοῦν, ἐπήγαγε· «μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει· δι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ' ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ' ἐλπίδι». οὐκοῦν τοῦ νόμου τὸ μὲν αἰσθητὸν καὶ ἐπιπόλαιον, ἰουδαίοις κατάλληλον, τὸ δὲ πνευματικὸν τοῖς τὴν εὐαγγελικὴν πολιτείαν ἀσπαζομένοις. ἰστέον δὲ καὶ τοῦτο, ὡς τὰ μὲν ὁλοκαυτούμενα ἄρσενα ἦν· ἀνδρῶν γὰρ ἡ τελειότης· τὰ δὲ περὶ ἁμαρτίας θυόμενα, θήλεα· ἀσθενοῦντος γὰρ τοῦ ἐν ἡμῖν ἡγεμονικοῦ, τὰ πάθη κρατεῖ. ἐπισημήνασθαι δὲ καὶ τοῦτο δεῖ, ὡς ὑπὲρ ἁμαρτίας οὐκ ἀμνοί, ἀλλὰ χίμαροι προσεφέροντο. δηλοῖ δὲ τοῦτο καὶ ὁ δεσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις, τοὺς μὲν δικαίους ἀμνοῖς, τοὺς δὲ ἁμαρτωλοὺς ἐρίφοις ἀπεικάσας. προσεφέρετο δὲ καὶ ἀπὸ τῶν πετεινῶν ὁλοκαυτώματα· πρόκειται γὰρ καὶ τοῖς πενομένοις ὁ τέλειος καὶ φιλόσοφος βίος. ὥσπερ δὲ τῶν τετραπόδων οὔτε τὸ δέρμα οὔτε ἡ κόπρος τῷ Θεῷ προσεφέρετο, οὕτω καὶ τῶν πτηνῶν ὁ πρόλοβος, καὶ τὰ πτίλα, πόρρω τῆς παρεμβολῆς ἐξεβάλλετο· καὶ οὐδὲ ταῦτα ὡς ἔτυχεν ἐρρίπτετο, ἀλλ' ἐν καθαρῷ τινι χωρίῳ ᾧ καὶ τοῦ βωμοῦ τὴν κόνιν ἐνέβαλλον· «πρόλοβον» δὲ ὁ Θεοδοτίων τὴν «φύσαν» ἐκάλεσεν· Ἀκύλας δὲ «τὴν σιτίζουσαν». ἐκείνη γὰρ τὴν τροφὴν δεχομένη τῷ λοιπῷ σώματι χορηγεῖ· ὅθεν καὶ οἱ ἑβδομήκοντα «πρόλοβον» αὐτὴν προσηγόρευσαν, ἅτε δὴ προσλαμβάνουσαν τὴν τροφήν. ἐπισημήνασθαι δὲ προσήκει, ὡς καὶ τὴν προσφερομένην σεμίδαλιν, καὶ τοὺς κλιβανίτας ἄρτους καὶ τοὺς ἐσχαρίτας καὶ τὰ ἀπὸ τηγάνου λάγανα, θυσίαν καλεῖ, ψυχαγωγῶν τῷ ὀνόματι τοὺς πενίᾳ συζῶντας, ἵνα μὴ δυσχεραίνωσιν ὡς ζῴων σπανίζοντες. ἐπισημαντέον δὲ καὶ τοῦτο, ὡς τὸν προσφέροντα